Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
16.2 διὰ Σελινοῦντος δέ ποτε τῆς Σικελίας πορευόμενος ἰδὼν ἐπὶ μνήματος ἐλεγεῖον ἐπιγεγραμμένον σβεννύντας ποτὲ τούσδε τυραννίδα χάλκεος Ἄρης εἷλε· Σελινοῦντος δʼ ἀμφὶ πύλαις ἔθανον , δικαίως ἔφη ἀπεθάνετε τυραννίδα καιομένην ἀποσβεννύναι ἐπιχειρήσαντες· τοὐναντίον γὰρ ἔδει ὅλην αὐτὴν ἀφεῖναι κατακαῆναι.

Ἀρίστωνος

17.1 Ἀρίστων, ἐπαινοῦντός τινος τὴν τοῦ Κλεομένους χρείαν, ὅτι ἐρωτηθεὶς τί δεῖ τὸν ἀγαθὸν βασιλέα ποιεῖν εἶπε τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δὲ ἐχθροὺς κακῶς ποιεῖν· καὶ πόσῳ κρεῖσσον ἔφη ὦ λῷστε, τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δὲ ἐχθροὺς φίλους ποιεῖν; αὕτη Σωκράτους ὁμολογουμένη πρὸς πάντων χρεία οὖσα καὶ εἰς αὐτὸν ἀναφέρεται.
17.2 πυνθανομένου δέ τινος πόσοι Σπαρτιᾶται τὸ πλῆθος, ὅσοι ἱκανοί εἶπε τοὺς ἐχθροὺς ἀπερύκειν.
17.3 τῶν Ἀθηναίων δέ τινος ἔπαινον ἐπιτάφιον ἀναγινώσκοντος τῶν πεσόντων ὑπὸ Λακεδαιμονίων, ποδαποὺς οὖν ἔφη τοὺς ἡμετέρους νομίζεις εἶναι νικήσαντας τούτους;

Ἀρχιδαμίδου

18.1 Ἀρχιδαμίδας πρὸς τὸν ἐπαινοῦντα Χαρίλαν, ὅτι πρὸς ἅπαντας ὁμοίως πρᾶος ἦν, καὶ πῶς τις ἔφη δικαίως ἂν ἐπαινοῖτο, εἰ καὶ πρὸς τοὺς πονηροὺς πρᾶος εἴη;
18.2 μεμφομένου δέ τινος Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον, αὐτῶν οὐδὲν ἔλεγεν, ἀγνοεῖν μοι δοκεῖς εἶπεν ὅτι ὁ εἰδὼς λόγον λόγον λέγειν? καὶ τὸν τοῦ λέγειν καιρὸν οἶδεν.

Ἀρχιδάμου τοῦ Ζευξιδάμου

19.1 Ἀρχίδαμος ὁ Ζευξιδάμου, πυθομένου τινὸς αὐτοῦ τίνες προεστήκασι τῆς Σπάρτης, οἱ νόμοι καὶ τὰ ἀρχεῖα ἔφη κατὰ τοὺς νόμους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme