Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
10.4 ἑτέρου δέ τινος λέγοντος, ὅτι βλάπτουσιν αἱ δόξαι καὶ ὅτι τούτων ὁ ἀπαλλαγεὶς εὐδαιμονήσει, οὐκοῦν οἱ τὰ ἄδικα ποιοῦντες, ἔφη, κατὰ τὸν σὸν λόγον εὐδαίμονες ἂν εἶεν· πῶς γὰρ ἄν τις ἱεροσυλῶν ἢ ἀδικῶν δόξης ἐπιμελοῖτο;ν
10.5 ἄλλου δὲ ἐρωτῶντος διὰ τί ἐν τοῖς πολέμοις Σπαρτιᾶται θαρσαλέως κινδυνεύουσιν, ὅτι, ἔφη, αἰδεῖσθαι περὶ βίου μελετῶμεν, οὐχ ὥσπερ οἱ ἄλλοι φοβεῖσθαι.
10.6 ἐρωτῶντος δέ τινος αὐτὸν διὰ τί τὰς περὶ θανάτου δίκας πλείοσιν ἡμέραις οἱ γέροντες κρίνουσιν, κἂν ἀποφύγῃ τις, ἔτι οὐδὲν ἧττόν ἐστιν ὑπόδικος, πολλαῖς μέν, ἔφη, ἡμέραις κρίνουσιν, ὅτι περὶ θανάτου τοῖς διαμαρτάνουσιν οὐκ ἔστι μεταβουλεύσασθαι· νόμῳ δὲ ὑπόδικον δεήσει εἶναι, ὅτι κατὰ τοῦτον τὸν νόμον ἂν εἴη καὶ τὸ κρείττονα βουλεύς ασθαι.

Αναξάνδρου τοῦ Εὐρυκράτεος

11.1 Ἀνάξανδρος ὁ Εὐρυκράτεος, πυνθανομένου τινὸς διὰ τί χρήματα οὐ συνάγουσιν εἰς τὸ δημόσιον, ὅπως, ἔφη, μὴ οἱ φύλακες αὐτῶν γιγνόμενοι διαφθείρωνται.

Ἀναξίλα αναξιλα Wyttenbach: αναξιλου.

12.1 Ἀναξίλας πρὸς τὸν θαυμάζοντα διὰ τί οἱ ἔφοροι τοῖς βασιλεῦσιν οὐχ ὑπεξανίστανται, καὶ ταῦτα ὑπὸ τῶν βασιλέων καθισταμένοι, διὰ τὴν αὐτὴν αἰτίαν, ἔφη, δι’ ἣν καὶ ἐφορεύουσιν.

Ανδροκλειδου

13.1 Ἀνδροκλείδας ὁ Λάκων πηρωθεὶς τὸ σκέλος κατέταξεν αὑτὸν εἰς τοὺς πολεμιστάς· ὡς δʼ ἐνίσταντό δ’ ἐνίσταντο Wyttenbach: δὲ ἵσταντο. τινες διακωλύοντες ὅτι ἐπεπήρωτο, ἀλλʼ οὐ φεύγοντα, εἶπε, μένοντα δὲ δεῖ τοῖς ἀντιτεταγμένοις μάχεσθαι.ʼ ʼ

Ἀνταλκίδου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme