Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
5.17 φήσαντος δέ τινος τῶν πρεσβυτέρων πρὸς αὐτὸν γηραιὸν ὄντα, ἐπειδὴ τὰ ἀρχαῖα νόμιμα ἐκλυόμενα ἑώρα ἄλλα δὲ παρεισδυόμενα μοχθηρά, διότι τὰ ἄνω κάτω ἤδη γίνεται ἐν τῇ Σπάρτῃ, παίζων εἶπε κατὰ λόγον οὕτω προβαίνει τὰ πράγματα, εἰ τοῦτο γίνεται· καὶ γὰρ ἐγὼ παῖς ὢν ἤκουον παρὰ τοῦ πατρός, ὅτι τὰ ἄνω κάτω γέγονε παρʼ αὐτοῖς· ἔφη δὲ καὶ τὸν πατέρα αὐτῷ παιδὶ ὄντι τοῦτο εἰρηκέναι· ὥστε οὐ χρὴ θαυμάζειν, εἰ χείρω τὰ μετὰ ταῦτα τῶν προτέρων, ἀλλʼ εἴ που βελτίω καὶ παραπλήσια γένοιτο.
5.18 ἐρωτηθεὶς δὲ πῶς ἄν τις ἐλεύθερος διαμένοι, θανάτου καταφρονῶν ἔφη.

Ἄγιδος τοῦ νεωτέρου

6.1 Ἆγις ὁ νεώτερος, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, καὶ μήν ἔφη οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται.
6.2 πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιάτης ὁ σοὶ σοὶ] σοὶ ἔφη? ἀνομοιότατος.

Ἄγιδος τοῦ Τελευταίου

7.1 Ἆγις ὁ τελευταῖος τῶν Λακεδαιμονίων βασιλέων ἐξ ἐνέδρας συλληφθεὶς καὶ καταδικασθεὶς ὑπὸ τῶν ἐφόρων χωρὶς δίκης , ἀπαγόμενος ἐπὶ τὸν βρόχον ἰδών τινα τῶν ὑπηρετῶν κλαίοντα, παῦσαι εἶπεν ὦ ἄνθρωπε ἐπʼ ἐμοὶ κλαίειν· κλαίειν] κλαίων Vit. Agid. c. 20 καὶ γὰρ οὕτω παρανόμως καὶ ἀδίκως ἀπολλύμενος, κρείσσων εἰμὶ τῶν ἀναιρούντων. καὶ ταῦτα εἰπὼν παρέδωκε τῷ βρόχῳ τὸν τράχηλον ἑκουσίως

Ἀκροτάτου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme