Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
5.9 πρὸς δὲ τὸν ἐκ τῶν Ἀβδήρων πρεσβευτήν, ὅτε κατεπαύσατο πολλὰ εἰπών, ἐρωτῶντα τ ί τοῖς πολίταις ἀπαγγείλῃ, ὅτι, ἔφη, ὅσον σὺ χρόνον λέγειν ἔχρῃζες, τοσοῦτον ἐγὼ σιωπῶν ἤκουον.
5.10 ἐπαινούντων δέ τινων Ἠλείους, ὅτι δικαιότατοί εἰσι περὶ τὸν ἀγῶνα τῶν Ὀλυμπίων, καὶ τί μέγα, εἶπεν, ἢ θαυμαστὸν ποιοῦσιν, εἰ ἐν ἔτεσι πέντε μιᾷ μόνον ἡμέρᾳ δικαιοσύνῃ χρῶνται;ν
5.11 πρὸς δὲ τοὺς φάσκοντας ὅτι φθονοῦσί τινες αὐτῷ τῶν ἐκ τῆς ἑτέρας οἰκίας, οὐκοῦν, ἔφη, τὰ ἴδια αὐτοὺς κακὰ λυπήσει, καὶ πρὸς τούτοις τά τε ἐμὰ καὶ τὰ τῶν ἐμῶν φίλων ἀγαθά.
5.12 συμβουλεύοντος δέ τινος ὅτι δεῖ τοῖς φεύγουσι τῶν πολεμίων διδόναι δίοδον, καὶ πῶς, ἔφη, τοῖς διὰ δειλίαν φεύγουσι μὴ μαχόμενοι τοῖς διʼ ἀνδρείαν μένουσι μαχησόμεθα;
5.13 Προφερομένου προφερομένου Wyttenbach: προσφερομένου. δέ τινος περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐκ ἀγεννῆ μέν, δυσχερῆ δʼ ἐπιτελεσθῆναι, προσδέονταί σου, ὦ ξένε, ἔφη, οἱ λόγοι δυνάμεως καὶ χρημάτων.
5.14 λέγοντος δέ τινος ὅτι Φίλιππος αὐτοῖς ἀνεπίβατον τὴν Ἑλλάδα ποιήσει, ἱκανὴ ἡμῖν, ἔφη, ὦ ξένε, ἡ ἐν τῇ ἰδίᾳ ἀναστροφή.
5.15 πρεσβευτὴς ἐκ Περίνθου παραγενόμενος εἰς Λακεδαίμονα ἐμακρηγόρει· ὡς δὲ ἐπαύσατο λέγων καὶ ἠρώτα τὸν Ἆγιν τί δεῖ τοῖς Περινθίοις ἀπαγγεῖλαι, τί δʼ ἄλλο, ἔφη, ἢ ὅτι σὺ μὲν μόλις ἐπαύσω λέγων, ἐγὼ δʼ ἐσιώπων δ’ ἐσιώπων Eusebius and Wyttenbach: δὲ σιωπῶν.;
5.16 πρεσβεύων δὲ μόνος ἧκε πρὸς Φίλιππον εἰπόντος δʼ ἐκείνου, τί τοῦτο; μόνος ἥκεις; ἔφη, καὶ γὰρ πρὸς ἕνα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme