2.5
ὁπότε δὲ ψεγόντων ἢ ἐπαινούντων τινῶν ἀκούοι, οὐχ ἧττον ᾤετο δεῖν καταμανθάνειν τοὺς τῶν λεγόντων τρόπους ἢ περὶ ὧν λέγοιεν.
2.6
ἔτι δὲ παῖδα αὐτὸν ὄντα, γυμνοπαιδίας ἀγομένης, ὁ χοροποιὸς ἔστησεν εἰς ἄσημον τόπον ὁ δὲ ἐπείσθη καίπερ ἤδη βασιλεὺς ἀποδεδειγμένος καὶ εἶπεν εὖγε· δείξω γὰρ ὅτι οὐχ οἱ τόποι τοὺς ἄνδρας ἐντίμους, ἀλλʼ οἱ ἄνδρες τοὺς τόπους ἐπιδεικνύουσιν. ἐπιδεικνύουσιν] ἀποδεικνύουσι Hartman.
2.7
προστάττοντος δέ τινος αὐτῷ ἰατροῦ περιεργοτέραν θεραπείαν καὶ οὐχ ἁπλῆν,Hartman would omit καὶ οὐχ ἁπλῆν and οὐδὲ πάντα ἀναδέχομαι. νὴ τὼ θεώ, νὴ τὼ θεώ] ναὶ τὼ σιώ Cobet. φησίν, οὐ πάντως μοι πρόκειται ζῆν οὐδὲ πάντα ἀναδέχομαι.
2.8
ἐφεστὼς δέ ποτε τῷ βωμῷ τῆς Χαλκιοίκου βουθυτῶν, ἐπειδὴ φθεὶρ αὐτὸν ἔδακεν, οὐ διετράπη λαβὼν δὲ περιφανῶς ἐναντίον πάντων ἀπέκτεινε, προσειπών, νὴ τοὺς θεοὺς ἡδέως τὸν ἐπίβουλον καὶ ἐπὶ τῷ βωμῷ.
2.9
ἄλλοτε ἰδὼν μῦν ἑλκόμενον ἐκ θυρίδος ὑπὸ παιδαρίου κρατοῦντος, ἐπεὶ ὁ μῦς ἐπιστραφεὶς ἔδακε τὴν χεῖρα τοῦ κρατοῦντος καὶ ἔφυγεν, ἐπιδείξας τοῖς παροῦσιν εἶπεν, ὅταν τὸ ἐλάχιστον ζῷον οὕτως ἀμύνηται τοὺς ἀδικοῦντας, τί τοὺς ἄνδρας προσήκει ποιεῖν λογίζεσθε.