4.1
Ἀγησίπολις ὁ Παυσανίου, Ἀθηναίων πρὸς αὐτὸν περὶ ὧν εἶχον πρὸς ἀλλήλους ἐγκλημάτων τὴν τῶν Μεγαρέων πόλιν ἔκκλητον λαμβανόντων, αἰσχρόν ἔφη ὦ Ἀθηναῖοι, τοὺς ἀφηγησαμένους τῶν Ἑλλήνων ἧσσον εἰδέναι Μεγαρέων τὸ δίκαιον.
Ἄγιδος τοῦ Ἀρχιδάμου
5.1
Ἆγις ὁ Ἀρχιδάμου, τῶν ἐφόρων ποτὲ εἰπόντων βάδιζε τοὺς ἡβῶντας ἔχων ἐπὶ τὴν τούτου πατρίδα· ἡγήσεται δέ σοι αὐτὸς οὗτος ἐπὶ τὴν ἀκρόπολιν, καὶ πῶς εἶπε καλῶς ἔχον ἐστίν, ὦ ἔφοροι, τοσούτους νέους πιστεύειν τῷ τὴν ἑαυτοῦ πατρίδα προδιδόντι
5.2
ἐρωτηθεὶς δὲ τί μάλιστα μάθημα ἐν Σπάρτῃ ἀσκεῖται τὸ γινώσκειν εἶπεν ἄρχειν τε καὶ ἄρχεσθαι.
5.3
οὐκ ἔφη δὲ τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσὶν οἱ πολέμιοι, ἀλλὰ ποῦ εἰσίν.
5.4
ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.
5.5
πυνθανομένου δέ τινος πόσοι εἰσὶν οἱ Λακεδαιμόνιοι, ὅσοι ἱκανοί εἶπε τοὺς κακοὺς ἀπερύκειν.
5.6
διερχόμενος δὲ τὰ τῶν Κορινθίων τείχη καὶ θεασάμενος ὑψηλά τε καὶ ὀχυρὰ ἐπὶ πολύ τε παρατείνοντα, τίνες εἶπεν αἳ τὸν τόπον κατοικοῦσι γυναῖκες;
5.7
σοφιστοῦ δέ τινος εἰπόντος πάντων λόγος ἐστὶ κράτιστον , οὐκοῦν ἔφη σὺ ἐὰν σιωπᾷς οὐδενὸς ἄξιος εἶ.
5.8
ὡς δὲ Ἀργεῖοι μετὰ τὴν ἧτταν ἀπήντων αὐτῷ πάλιν θρασύτερον, ταρασσομένους ὁρῶν τοὺς συμμάχους θαρρεῖτε εἶπεν ὦ ἄνδρες· ὅπου γὰρ ἡμεῖς οἱ νικῶντες ὀρρωδοῦμεν, τί δοκεῖτε ποιεῖν τοὺς ὑφʼ ἡμῶν νενικημένους;
5.9
πρὸς δὲ τὸν ἐκ τῶν Ἀβδήρων πρεσβευτήν, ὅτε κατεπαύσατο πολλὰ εἰπών, ἐρωτῶντα τί τοῖς πολίταις ἀπαγγείλῃ, ὅτι ἔφη ὅσον σὺ χρόνον λέγειν ἔχρῃζες, τοσοῦτον ἐγὼ σιωπῶν ἤκουον.