2.45
πυθόμενος δὲ μάχην γεγονέναι περὶ Κόρινθον, καὶ Σπαρτιατῶν μὲν παντάπασιν ὀλίγους τεθνάναι, Κορινθίων δὲ καὶ Ἀθηναίων καὶ τῶν ἄλλων συμμάχων αὐτοῖς παμπόλλους, οὐκ ὤφθη περιχαρὴς οὐδʼ ἐπηρμένος τῇ νίκῃ, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας, φεῦ τᾶς τᾶς and ἃ the Doric forms for the sake of consistency: τῆς and ἣ. Ἑλλάδος, ἔφη, ἃ τᾶς and ἃ the Doric forms for the sake of consistency: τῆς and ἣ. τοσούτους ὑφʼ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τὼς βαρβάρως νικᾶν ἅπαντας.
2.46
Φαρσαλίων δὲ προσκειμένων καὶ κακουργούντων κακουργούντων] κακούντων Life of Agesilaus, chap. xvi. αὐτοῦ τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσι τρεψάμενος αὐτοὺς τρόπαιον ἔστησεν ὑπὸ τῷ Ναρθακίῳ· καὶ τὴν νίκην ἐκείνην πάντων ὑπερηγάπησεν, ὅτι συστησάμενος τὸ ἱππικὸν αὐτὸς διʼ ἑαυτοῦ, τούτῳ μόνῳ τοὺς μέγιστον ἐφʼ ἱππικῇ φρονοῦντας ἐκράτησεν.
2.47
Διφρίδα δὲ οἴκοθεν ἀπαγγείλαντος αὐτῷ εὐθὺς ἐκ παρόδου ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν, καίτοι ἐκ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐκ ἀπειθήσας τοῖς ἄρχουσι, μεταπεμψάμενος δύο μόρας μόρας Turnebus: μοίρας or μυριάδας. τῶν περὶ Κόρινθον στρατευομένων ἐπέβη τῆς Βοιωτίας. καὶ συμβαλὼν ἐν Κορωνείᾳ Θηβαίοις Ἀθηναίοις Ἀργείοις Κορινθίοις Λοκροῖς ἀμφοτέροις ἐνίκησε, καίτοι ὑπὸ πολλῶν τραυμάτων κακῶς τὸ σῶμα διακείμενος, τὴν μεγίστην μάχην, ὥς φησι Ξενοφῶν, τῶν καθʼ ἑαυτὸν γενομένων.
2.48
οὐδὲν δὲ τῶν περὶ τὸν βίον καὶ τὴν δίαιταν διὰ τὰς τοσαύτας εὐτυχίας καὶ νίκας ἤλλαξεν οἴκαδʼ ἐπανελθών.