Thesauros Literature biography Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά

Ἀποφθέγματα Λακωνικά Plutarch
2.45 πυθόμενος δὲ μάχην γεγονέναι περὶ Κόρινθον, καὶ Σπαρτιατῶν μὲν παντάπασιν ὀλίγους τεθνάναι, Κορινθίων δὲ καὶ Ἀθηναίων καὶ τῶν ἄλλων συμμάχων αὐτοῖς παμπόλλους, οὐκ ὤφθη περιχαρὴς οὐδʼ ἐπηρμένος τῇ νίκῃ, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας φεῦ τᾶς Ἑλλάδος ἔφη ἣ τοσούτους ὑφʼ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τὼς βαρβάρως νικᾶν ἅπαντας.
2.46 Φαρσαλίων δὲ προσκειμένων καὶ κακουργούντων αὐτοῦ τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσι τρεψάμενος αὐτοὺς τρόπαιον ἔστησεν ὑπὸ τῷ Ναρθακίῳ· καὶ τὴν νίκην ἐκείνην πάντων ὑπερηγάπησεν, ὅτι συστησάμενος τὸ ἱππικὸν αὐτὸς διʼ ἑαυτοῦ, τούτῳ μόνῳ τοὺς μέγιστον ἐφʼ ἱππικῇ φρονοῦντας ἐκράτησε.
2.47 Διφρίδα δὲ οἴκοθεν ἀπαγγείλαντος αὐτῷ εὐθὺς ἐκ παρόδου ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν, καίτοι ἐκ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐκ ἀπειθήσας τοῖς ἄρχουσι, μεταπεμψάμενος δύο μόρας μόρας Turnebus: μοίρας vel μυριάδας τῶν περὶ Κόρινθον στρατευομένων ἐπέβη τῆς Βοιωτίας. καὶ συμβαλὼν ἐν Κορωνείᾳ Θηβαίοις Ἀθηναίοις Ἀργείοις Κορινθίοις Λοκροῖς ἀμφοτέροις ἐνίκησε, καίτοι ὑπὸ πολλῶν τραυμάτων κακῶς τὸ σῶμα διακείμενος, τὴν μεγίστην μάχην ὥς φησι Ξενοφῶν Ξενοφῶν] Hist. Gr. 4, 3, 16. Ages. 2, 9 τῶν καθʼ ἑαυτὸν γενομένων.
2.48 οὐδὲν δὲ τῶν περὶ τὸν βίον καὶ τὴν δίαιταν διὰ τὰς τοσαύτας εὐτυχίας καὶ νίκας ἤλλαξεν οἴκαδʼ ἐπανελθών.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme