Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch

Πλούταρχος Τραιανῶι αὐτοκράτορι εὖ πράττειν

1.1 Ἀρταξέρξης ὁ Περσῶν βασιλεύς, ὦ μέγιστε αὐτόκρατορ Καῖσαρ Τραϊανέ, οὐχ ἧττον οἰόμενος βασιλικὸν καὶ φιλάνθρωπον εἶναι τοῦ μεγάλα διδόναι τὸ μικρὰ λαμβάνειν εὐμενῶς καὶ προθύμως, ἐπεί, παρελαύνοντος αὐτοῦ καθʼ ὁδὸν, αὐτουργὸς ἄνθρωπος καὶ ἰδιώτης οὐδὲν ἔχων ἕτερον ἐκ τοῦ ποταμοῦ ταῖς χερσὶν ἀμφοτέραις ὕδωρ ὑπολαβὼν προσήνεγκεν, ἡδέως ἐδέξατο καὶ ἐμειδίασε, τῇ προθυμίᾳ τοῦ διδόντος οὐ τῇ χρείᾳ τοῦ διδομένου τὴν χάριν μετρήσας.
1 / 88 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme