Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
92.2 ἐπεὶ δὲ Ῥοιμητάλκης Ῥοιμητάλκης the preferred spelling: ῥυμετάλκης. ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἀπʼ Ἀντωνίου μεταβαλόμενος πρὸς αὐτὸν οὐκ ἐμετρίαζεν παρὰ τοὺς πότους, ἀλλʼ ἦν ἐπαχθὴς ὀνειδίζων τὴν συμμαχίαν, προπιών τινι τῶν ἄλλων βασιλέων ὁ Καῖσαρ εἶπεν, ἐγὼ προδοσίαν φιλῶ, προδότας δʼ οὐκ ἐπαινῶ.
92.3 τῶν δὲ Ἀλεξανδρέων μετὰ τὴν ἅλωσιν τὰ δεινότατα πείσεσθαι προσδοκώντων, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ παραστησάμενος Ἄρειον τὸν Ἀλεξανδρέα φείδεσθαι μὲν τῆς πόλεως ἔφη πρῶτον διὰ τὸ μέγεθος καὶ τὸ κάλλος, ἔπειτα διὰ τὸν κτίστην Ἀλέξανδρον, τρίτον δὲ διʼ Ἄρειον τὸν φίλον.
92.4 ἀκούσας δὲ ὅτι Ἔρως ὁ τὰ ἐν Αἰγύπτῳ διοικῶν ὄρτυγα τὸν κρατοῦντα πάντων ἐν τῷ μάχεσθαι καὶ ἀήττητον ὄντα πριάμενος ὀπτήσας κατέφαγε, μετεπέμψατο αὐτὸν καὶ ἀνέκρινεν ὁμολογήσαντα σὲ ἐκέλευσεν ἱστῷ νηὸς προσηλωθῆναι.
92.5 ἐν δὲ Σικελίᾳ Ἄρειον ἀντὶ Θεοδώρου κατέστησε διοικητὴν ἐπιδόντος δέ τινος αὐτῷ βιβλίον, ἐν ᾧ γεγραμμένον ἦν, φαλακρὸς ἢ ἢ] καὶ Cobet: καὶ φαλακρὸς καὶ κλέπτης is suggested by Bernardakis. κλέπτης Θεόδωρος ὁ Ταρσεύς· τί σοι δοκεῖ; ἀναγνοὺς Καῖσαρ ὑπέγραψε, δοκεῖ.
92.6 παρὰ δὲ Μαικήνα τοῦ συμβιωτοῦ καθʼ ἕκαστον ἐνιαυτὸν ἐν τοῖς γενεθλίοις δῶρον ἐλάμβανε φιάλην.
92.7 Ἀθηνοδώρῳ δὲ τῷ φιλοσόφῳ διὰ γῆρας εἰς οἶκον ἀφεθῆναι δεηθέντι συνεχώρησεν. ἐπεὶ δὲ ἀσπασάμενος αὐτὸν ὁ Ἀθηνόδωρος εἶπεν, ὅταν ὀργισθῇς, Καῖσαρ, μηδὲν εἴπῃς μηδὲ ποιήσῃς πρότερον ἢ τὰ εἴκοσι καὶ τέτταρα γράμματα διελθεῖν πρὸς ἑαυτόν, ἐπιλαβόμενος αὐτοῦ τῆς χειρός, ἔτι σοῦ παρόντος, ἔφη, χρείαν ἔχω καὶ κατέσχεν αὐτὸν ἐνιαυτὸν ὅλον, εἰπὼν ὅτι ἔστι καὶ σιγῆς ἀκίνδυνον γέρας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme