91.6
τῶν δὲ τολμημάτων τὰ παράβολα καὶ μεγάλα πράττειν ἔφη δεῖν, ἀλλὰ μὴ βουλεύεσθαι.
91.7
καὶ διέβη τὸν Ῥουβίκωνα ποταμὸν ἐκ τῆς Γαλατικῆς ἐπαρχίας ἐπὶ Πομπήιον, εἰπὼν πᾶσι, πᾶσι F.C.B. (=πρὸς τοὺς παρόντας in the Life of Pompey, chap. lx.): πᾶς of the mss. could be kept and explained, but it is not found elsewhere in Plutarch with this expression, and Cobet would omit it here also; but it may have been substituted for πᾶσι under the influence of πᾶς ἀνέρριμαι κύβος, Aristoph. Frag. 673 Kock: E. Capps suggests πάξ. ἀνερρίφθω κύβος.
91.8
ἐπεὶ δὲ Πομπηίου φεύγοντος ἐπὶ θάλατταν ἐκ ἐκ supplied: not in mss. τῆς Ῥώμης, καὶ Μέτελλος ἔπαρχος ὢν τοῦ ταμιείου ταμιείου the preferable form: ταμείου. βουλόμενον αὐτὸν χρήματα λαβεῖν ἐκώλυε καὶ τὸ ταμιεῖον ἀπέκλεισεν, ἠπείλησεν ἀποκτενεῖν αὐτὸν καταπλαγέντος δὲ τοῦ Μετέλλου, τοῦτο, εἶπεν, ὦ νεανίσκε, φῆσαί μοι χαλεπώτερον ἦν ἢ ποιῆσαι.
91.9
τῶν δὲ στρατιωτῶν αὐτῷ βραδέως εἰς Δυρράχιον ἐκ Βρεντεσίου κομιζομένων, λαθὼν ἅπαντας εἰς πλοῖον ἐμβὰς μικρὸν ἐπεχείρησε διαπλεῖν τὸ πέλαγος· συγκλυζομένου δὲ τοῦ πλοίου, ποιήσας τῷ κυβερνήτῃ φανερὸν ἑαυτὸν ἀνεβόησε, πίστευε τῇ τύχῃ γνοὺς ὅτι Καίσαρα κομίζεις.
91.10
τότε μὲν οὖν ἐκωλύθη, τοῦ χειμῶνος ἰσχυροῦ γενομένου καὶ τῶν στρατιωτῶν συνδραμόντων καὶ περιπαθούντων, εἰ περιμένει δύναμιν ἄλλην ὡς ἀπιστῶν αὐτοῖς· ἐπεὶ δὲ μάχης γενομένης νικῶν ὁ Πομπήιος οὐκ ἐπεξῆλθεν, ἀλλὰ ἀνεχώρησεν εἰς τὸ στρατόπεδον, τήμερον, εἶπεν, ἦν ἡ νίκη παρὰ τοῖς πολεμίοις, ἀλλὰ τὸν εἰδότα νικᾶν οὐκ ἔχουσιν.