90.7
Διοδότῳ δὲ τῷ διδασκάλῳ τῶν ῥητορικῶν ἀποθανόντι κόρακα λίθινον ἐπιστήσαντος αὐτοῦ, δικαίαν ἔφη τὴν ἀμοιβὴν γεγονέναι· πέτεσθαι γὰρ τοῦτον οὐ λέγειν ἐδίδαξεν.
90.8
Οὐατίνιον δὲ ἄνθρωπον ἑαυτῷ διάφορον καὶ μοχθηρὸν ἄλλως ἀκούσας ὅτι τέθνηκεν, εἶτα γνοὺς ὕστερον ὅτι ζῇ, κακός, εἶπεν, ἀπόλοιτο κακῶς ὁ ψευσάμενος.
90.9
πρὸς δὲ τὸν δοκοῦντα Λίβυν ἀπὸ γένους εἶναι, φήσαντα δὲ αὐτοῦ μὴ ἀκούειν λέγοντος, καὶ μὴν οὐκ ἀτρύπητον ἔχεις τὸ οὖς, εἶπε.
90.10
Κάστον δὲ Ποπίλλιον νομικὸν εἶναι βουλόμενον, ὄντα δὲ ἀμαθῆ καὶ ἀφυῆ, προσεκαλεῖτο μάρτυρα πρός τινα δίκην εἰπόντος δὲ ἐκείνου μηδὲν γινώσκειν, οἴει γὰρ ἴσως, εἶπε, περὶ τῶν νομίμων ἐπερωτᾶσθαι.
90.11
Ὁρτησίου δὲ τοῦ ῥήτορος λαβόντος μισθὸν ἀργυρᾶν σφίγγα παρὰ τοῦ Βέρρου καὶ πρὸς τὸν Κικέρωνα πλαγίως τι εἰπόντα φήσαντος αἰνιγμάτων λύσεως ἀπείρως ἔχειν, καὶ μὴν ἡ σφίγξ, ἔφη, παρὰ σοί ἐστιν.
90.12
Οὐοκωνίῳ δὲ ἀπαντήσας μετὰ τριῶν θυγατέρων ἀμορφοτάτων τὴν ὄψιν ἀτρέμα πρὸς τοὺς φίλους εἶπεν Φοίβου ποτʼ οὐκ ἐῶντος ἔσπειρεν τέκνα.
90.13
Φαύστου δὲ τοῦ Σύλλα παιδὸς διὰ πλῆθος δανείων ἀπάρτιον προγράψαντος, ταύτην, ἔφη, μᾶλλον ἀσπάζομαι τὴν προγραφὴν ἢ τὴν πατρῴαν.
90.14
Πομπηίου δὲ καὶ Καίσαρος διαστάντων, ἔφη, γιγνώσκω ὃν φύγω, μὴ γιγνώσκων πρὸς ὃν φύγω.
90.15
καὶ Πομπήιον ἐμέμψατο τὴν πόλιν ἐκλιπόντα καὶ Θεμιστοκλέα μᾶλλον ἢ Περικλέα μιμησάμενον, οὐκ ἐκείνοις τῶν πραγμάτων ἀλλὰ τούτοις ὁμοίων ὄντων.
90.16
γενόμενος δʼ οὖν παρὰ Πομπηίῳ καὶ πάλιν μετανοῶν, ἐρωτηθεὶς ὑπὸ Πομπηίου ποῦ Πείσωνα τὸν γαμβρὸν ἀπολέλοιπεν ἔφη, παρὰ τῷ σῷ πενθερῷ.