Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
19.1 Γέλων ὁ τύραννος, ὅτε Καρχηδονίους πρὸς Ἱμέρᾳ, κατεπολέμησεν, εἰρήνην ποιούμενος πρὸς αὐτοὺς ἠνάγκασεν ἐγγράψαι ταῖς ὁμολογίαις ὅτι καὶ τὰ τέκνα παύσονται τῷ Κρόνῳ καταθύοντες.
19.2 ἐξῆγε δὲ τοὺς Συρακουσίους πολλάκις ὡς ἐπὶ στρατείαν κατὰ κατὰ F.C.B., cf. for example 337 d: καὶ. φυτείαν, ὅπως ἥ τε χώρα βελτίων γένηται γεωργουμένη καὶ μὴ χείρονες αὐτοὶ σχολάζοντες.
19.3 αἰτῶν δὲ χρήματα τοὺς πολίτας, ἐπεὶ ἐθορύβησαν, αἰτεῖν εἶπεν ὡς ἀποδώσων, καὶ ἀπέδωκε μετὰ τὸν πόλεμον.
19.4 ἐν δὲ συμποσίῳ λύρας περιφερομένης, ἁρμοζομένων τῶν ἄλλων ἐφεξῆς καὶ ᾀδόντων, αὐτὸς τὸν ἵππον εἰσαγαγεῖν κελεύσας ἐλαφρῶς καὶ ῥᾳδίως ἀνεπήδησεν ἐπʼ αὐτόν.

Ἱέρωνος

20.1 Ἱέρων ὁ μετὰ Γέλωνα τύραννος ἔλεγε μηδένα τῶν παρρησιαζομένων πρὸς αὐτὸν ἄκαιρον εἶναι.
20.2 τοὺς δὲ ἀπόρρητον λόγον ἐκφέροντας ἀδικεῖν ᾤετο καὶ τοὺς πρὸς οὓς ἐκφέρουσι· μισοῦμεν γὰρ οὐ μόνον τοὺς ἐκφέροντας ἀλλὰ καὶ τοὺς ἀκούσαντας ἃ μὴ βουλόμεθα.
20.3 λοιδορηθεὶς δὲ ὑπό τινος εἰς τὴν δυσωδίαν τοῦ στόματος, ᾐτιᾶτο τὴν αὑτοῦ γυναῖκα μηδέποτε περὶ τούτου φράσασαν ἡ δὲ εἶπεν, ᾤμην γὰρ τοιοῦτον ἅπαντας τοὺς ἄνδρας ὄζειν.
20.4 πρὸς δὲ Ξενοφάνην τὸν Κολοφώνιον εἰπόντα μόλις οἰκέτας δύο τρέφειν, ἀλλʼ Ὅμηρος, εἶπεν, ὃν σὺ διασύρεις, πλείονας ἢ μυρίους τρέφει τεθνηκώς.
20.5 Ἐπίχαρμον δὲ τὸν κωμῳδιοποιόν, κωμῳδιοποιόν (the preferred form) Bernardakis: κωμῳδοποιόν. ὅτι τῆς γυναικὸς αὐτοῦ παρούσης εἶπέ τι τῶν ἀπρεπῶν, ἐζημίωσε.

Διονυσίου τοῦ πρεσβυτέρου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme