Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
89.11 ἰσχυρᾶς δὲ σιτοδείας ἐν Ῥώμῃ γενομένης, ἀποδειχθεὶς λόγῳ μὲν ἀγορᾶς ἐπιμελητής, ἔργῳ δὲ γῆς καὶ θαλάττης κύριος, ἔπλευσεν εἰς Λιβύην καὶ Σαρδόνα καὶ Σικελίαν καὶ πολὺν ἀθροίσας σῖτον ἔσπευδεν εἰς τὴν Ῥώμην. μεγάλου δὲ χειμῶνος γενομένου καὶ τῶν κυβερνητῶν ὀκνούντων, πρῶτος ἐμβὰς καὶ τὴν ἄγκυραν ἆραι κελεύσας ἀνεβόησε, πλεῖν ἀνάγκη, ἀνάγκη ... ἀνάγκη Iunius (as in the Life of Pompey, chap. l.): ἀναγκάζῃ ... ἀναγκάζῃ. ζῆν οὐκ ἀνάγκη. ἀνάγκη ... ἀνάγκη Iunius (as in the Life of Pompey, chap. l.): ἀναγκάζῃ ... ἀναγκάζῃ.
89.12 τῆς δὲ πρὸς τὸν Καίσαρα διαφορᾶς ἀποκαλυπτομένης καὶ Μαρκελλίνου τινὸς τῶν ὑπὸ Πομπηίου προῆχθαι δοκούντων μεταβεβλημένου δὲ πρὸς Καίσαρα πολλὰ πρὸς αὐτὸν ἐν συγκλήτῳ λέγοντος, οὐκ αἰσχύνῃ Μαρκελλῖνε, εἶπεν, ἐμοὶ λοιδορούμενος, διʼ ὃν ἐξ· ἀφώνου λόγιος ἐκ δὲ πεινατικοῦ πεινητικοῦ is preferred by Bernardakis, but both forms seem to have been in use. ἐμετικὸς γέγονας;
89.13 πρὸς δὲ Κάτωνα πικρῶς καθαψάμενον ὅτι. πολλάκις αὐτοῦ προαγορεύοντος τὴν Καίσαρος δύναμιν καὶ αὔξησιν οὐκ ἐπʼ ἀγαθῷ τῆς δημοκρατίας γινομένην αὐτὸς ἀντέπραττεν, ἀπεκρίνατο, τὰ μὲν σὰ μαντικώτερα τά δʼ ἐμὰ φιλικώτερα.
89.14 περὶ δὲ αὑτοῦ παρρησιαζόμενος εἶπεν, ὡς πᾶσαν ἀρχὴν καὶ ἔλαβε θᾶττον ἢ προσεδόκησε, καὶ καταθοῖτο θᾶττον ἢ προσεδοκήθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme