Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
86.1 Σύλλας ὁ εὐτυχὴς ἀναγορευθεὶς τῶν μεγίστων εὐτυχιῶν ἐποιεῖτο δύο, τὴν Πίου Μετέλλου φιλίαν, καὶ τὸ μὴ κατασκάψαι τὰς Ἀθήνας ἀλλὰ φείσασθαι τῆς πόλεως.

Γαΐου Ποπιλλίου

87.1 Γάιος Ποπίλλιος ἐπέμφθη πρὸς Ἀντίοχον ἐπιστολὴν παρὰ τῆς συγκλήτου κομίζων, κελεύουσαν ἀπάγειν ἐξ Αἰγύπτου τὸ στράτευμα καὶ μὴ σφετερίζεσθαι τῶν Πτολεμαίου τέκνων ὀρφανῶν ὄντων τὴν βασιλείαν· προσιόντα δʼ αὐτὸν διὰ τοῦ στρατοπέδου πόρρωθεν ἀσπασαμένου τοῦ Ἀντιόχου φιλοφρόνως, οὐκ ἀντασπασάμενος τὸ γραμματεῖον ἐπέδωκεν· ἐπεὶ δὲ ἀναγνοὺς ἔφη βουλεύσεσθαι καὶ δώσειν τὴν ἀπόκρισιν, τῷ κλήματι γῦρον περὶ αὐτὸν ὁ Ποπίλλιος περιέγραψεν εἰπών, ἐνταῦθα τοίνυν ἑστὼς βούλευσαι καὶ ἀπόκριναι. πάντων δὲ τὸ φρόνημα τοῦ ἀνδρὸς καταπλαγέντων τοῦ τε Ἀντιόχου ποιήσειν ὁμολογοῦντος τὰ δοκοῦντα Ῥωμαίοις, οὕτως ἠσπάσατο καὶ περιέπτυξεν αὐτὸν ὁ Ποπίλλιος.

Λευκούλλου

88.1 Λεύκουλλος ἐν Ἀρμενίᾳ μετὰ μυρίων ὁπλιτῶν καὶ χιλίων ἱππέων ἐπὶ Τιγράνην ἐχώρει πεντεκαίδεκα; μυριάδας στρατιᾶς ἔχοντα τῇ πρὸ μιᾶς νωνῶν νωνῶν: νόννων. ὀκτωβρίων, ἐν ᾗ πρότερον ὑπὸ Κίμβρων ἡ μετὰ Καιπίωνος Καιπίωνος Xylander: σκιπίωνος. διεφθάρη δύναμις. εἰπόντος δέ τινος ὅτι Ῥωμαῖοι τὴν ἡμέραν ἀφοσιοῦνται καὶ δεδοίκασιν, οὐκοῦν, ἔφη, σήμερον ἀγωνισώμεθα προθύμως, ἵνα καὶ ταύτην ἐξ ἀποφράδος καὶ σκυθρωπῆς ποιήσωμεν ἱλαρὰν καὶ προσφιλῆ Ῥωμαῖοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme