Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
82.15 τῶν δὲ Νομαντίνων ἀμάχων εἶναι δοκούντων καὶ πολλοὺς νενικηκότων στρατηγούς, ὕπατον ἀπέδειξε Σκιπίωνα τὸ δεύτερον ὁ δῆμος ἐπὶ τὸν πόλεμον· ὡρμημένων δὲ πολλῶν ἐπὶ τὴν στρατείαν, καὶ τοῦτο διεκώλυσεν ἡ σύγκλητος, ὡς ἐρήμου τῆς Ἰταλίας ἐσομένης. καὶ χρήματα λαβεῖν τῶν ἑτοίμων οὐκ εἴασαν, ἀλλὰ τὰς τελωνικὰς προσόδους ἀπέταξαν οὔπω χρόνον ἐχούσας. ὁ δὲ Σκιπίων χρημάτων μὲν οὐκ ἔφη δεῖσθαι, τὰ γὰρ ἑαυτοῦ καὶ τῶν φίλων ἐξαρκέσειν· περὶ δὲ τῶν στρατιωτῶν ἐμέμψατο, χαλεπὸν γὰρ εἶναι τὸν πόλεμον, εἰ μὲν διʼ ἀνδρείαν τῶν πολεμίων ἥττηνται τοσαυτάκις, ὅτι πρὸς τοιούτους, εἰ δὲ διʼ ἀνανδρίαν τῶν πολιτῶν, ὅτι μετὰ τοιούτων
82.16 ἐπεὶ δὲ ἐλθὼν εἰς τὸ στρατόπεδον πολλὴν ἀταξίαν καὶ ἀκολασίαν καὶ δεισιδαιμονίαν καὶ τρυφὴν κατέλαβε, μάντεις μὲν εὐθὺς ἐξήλασε καὶ θύτας καὶ πορνοβοσκούς, σκεύη δὲ προσέταξεν ἀποπέμπειν ἅπαντα πλὴν χύτρας ὀβελίσκου καὶ ποτηρίου κεραμεοῦ· τῶν δὲ ἀργυρέων ἔκπωμα οὐ μεῖζον δύο λιτρῶν συνεχώρησε τοῖς βουλομένοις ἔχειν· λούεσθαι δὲ ἀπεῖπε , τῶν δὲ ἀλειφομένων τρίβειν ἕκαστον ἑαυτόν· τὰ γὰρ ὑποζύγια χεῖρας μὴ ἔχοντα ἑτέρου τρίψοντος δεῖσθαι· προσέταξε δὲ ἀριστᾶν μὲν ἑστῶτας ἄπυρον ὄψον, δειπνεῖν δὲ κατακειμένους ἄρτον ἢ πόλτον πολτὸν] malim πόλτον ἁπλῶς καὶ κρέας ὀπτὸν ἢ ἑφθόν· αὐτὸς δὲ σάγον ἐμπεπορπημένος μέλανα περιῄει, πενθεῖν τὴν τοῦ στρατεύματος αἰσχύνην λέγων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme