Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
80.6 νικήσας δὲ τὸν Περσέα καὶ τὰς ἐπινικίους ποιούμενος ἑστιάσεις ἔλεγε τῆς αὐτῆς ἐμπειρίας εἶναι στράτευμα φοβερώτατον πολεμίοις καὶ συμπόσιον ἥδιστον φίλοις παρασχεῖν.
80.7 τοῦ δὲ Περσέως αἰχμαλώτου γενομένου καὶ παρακρουομένου παρακρουομένου] παραιτούμενος Life of Aemilius Paulus, chap. xxxiv. τὸν θρίαμβον, ἐπὶ σοί, εἶπε, τοῦτʼ ἐστίν, ἐξουσίαν διδοὺς αὐτῷ ἑαυτὸν ἀνελεῖν.
80.8 χρημάτων δὲ ἀπείρων εὑρεθέντων, αὐτὸς μὲν οὐκ ἔλαβε, τῷ δὲ γαμβρῷ Τουβέρωνι φιάλην ἀργυρᾶν ὁλκῆς πέντε λιτρῶν ἀριστεῖον ἔδωκε. καὶ τοῦτό φασι πρῶτον εἰς τὸν Αἰλίων Αἰλίων Life of Aemilius Paulus, chap. xxviii.: αἰμιλίων. οἶκον εἰσελθεῖν κειμήλιον ἀργυροῦν.
80.9 τεττάρων δὲ παίδων ἀρρένων αὐτῷ γεγονότων, δύο μὲν πρότερον ἐτύγχανεν ἐκδεδωκὼς ἑτέροις θέσθαι· δυοῖν δὲ ὄντων ἐπὶ τῆς οἰκίας ὁ μὲν ἡμέραις πέντε πρὸ τοῦ θριάμβου, τετταρεσκαίδεκα γεγονὼς ἔτη, ἀπέθανεν, ὁ δὲ ὕστερον πέντε τοῦ θριάμβου, δωδεκαέτης. προελθὼν δέ, τοῦ δήμου συναλγοῦντος αὐτῷ καὶ συμπενθοῦντος, νῦν ἔφη περὶ τῆς πατρίδος ἀδεὴς γεγονέναι καὶ ἀκίνδυνος, ὁπότε τῶν εὐτυχημάτων τὴν νέμεσιν εἰς τὸν οἶκον ἀπερεισαμένης τῆς τύχης ὑπὲρ πάντων αὐτὸς ἀναδέδεκται.

Κάτωνος Τοῦ Πρεσβυτέρου

81.1 Κάτων ὁ πρεσβύτερος ἐν τῷ δήμῳ τῆς ἀσωτίας καὶ πολυτελείας καθαπτόμενος εἶπεν ὡς χαλεπόν ἐστι λέγειν πρὸς γαστέρα ὦτα μὴ ἔχουσαν.
81.2 θαυμάζειν δὲ πῶς σῴζεται πόλις, ἐν πωλεῖται πλείονος ἰχθὺς ἢ βοῦς.
81.3 λοιδορῶν δέ ποτε τὴν ἐπιπολάζουσαν γυναικοκρατίαν, πάντες, εἶπεν, ἄνθρωποι τῶν γυναικῶν ἄρχουσιν, ἡμεῖς δὲ πάντων ἀνθρώπων, ἡμῶν δὲ αἱ γυναῖκες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme