Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
75.7 ἤδη δὲ πρεσβύτερος ὤν, ὑπατεύοντος τοῦ υἱοῦ καὶ χρηματίζοντος ἐν δημοσίῳ πολλῶν παρόντων, ἀναβὰς ἐφʼ ἵππου προῄει ἵππου προῄει] ἵππον προσῄει Life of Fabius Maximus, chap. xxiv.; but obviam in equo vehens venit (Aulus Gellius, ii. 2) rather favours the reading found in the Moralia.· πέμψαντος δὲ τοῦ νεανίσκου ῥαβδοῦχον καὶ καταβῆναι κελεύσαντος, οἱ μὲν ἄλλοι διετράπησαν, αὐτὸς δὲ ὁ Φάβιος ἀποπηδήσας τοῦ ἵππου προσέδραμε παρʼ ἡλικίαν καὶ περιβαλὼν τὸν υἱόν, εὖγε, εἶπεν, ὦ παῖ, φρονεῖς, αἰσθόμενος τίνων ἄρχεις καὶ πηλίκης ἀρχῆς μέγεθος παρείληφας.

Σκιπιῶνος τοῦ Πρεσβυτερου

76.1 Σκιπίων δὲ ὁ πρεσβύτερος τὴν ἀπὸ τῶν στρατειῶν καὶ τῆς πολιτείας σχολὴν ἐν γράμμασι διατριβὴν ποιούμενος, ἔλεγεν ὁπότε σχολάζοι, πλείονα πράττειν.
76.2 ἐπεὶ δὲ Καρχηδόνα κατὰ κράτος εἷλε καὶ τῶν στρατιωτῶν τινες αἰχμάλωτον λαβόντες εὐπρεπῆ παρθένον ἧκον κομίζοντες, αὐτῷ δὲ ἐδίδοσαν, ἡδέως ἄν, ἔφη, ἔλαβον, εἴπερ ἦν ἰδιώτης καὶ μὴ ἄρχων.
76.3 πολιορκῶν δὲ πόλιν Βαθεῖαν, ἧς ὑπερεφαίνετο ναὸς Ἀφροδίτης, ἐκέλευσεν ἐκεῖ τὰς ἐγγύας ὁμολογεῖν, ὡς εἰς τρίτην ἐν τῷ ἱερῷ τῆς Ἀφροδίτης ἀκουσόμενος τῶν διαδικούντων καὶ τοῦτʼ ἐποίησεν, ὡς προεῖπε, τῆς πόλεως ἁλούσης.
76.4 πυνθανομένου δέ τινος ἐν Σικελίᾳ τίνι πεποιθὼς ἐπὶ Καρχηδόνα μέλλει τὸν στόλον περαιοῦν, δείξας αὐτῷ ἐνόπλους ἄνδρας τριακοσίους γυμναζομένους καὶ πύργον ὑψηλὸν ὑπὲρ θαλάττης, οὐδείς, ἔφη, τούτων ἐστὶν ὅστις ἐπὶ τὸν πύργον ἀναβὰς τοῦτον οὐκ ἂν ἑαυτὸν ῥίψειεν ἐπὶ κεφαλὴν ἐμοῦ κελεύσαντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme