Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
61.11 ἐπεὶ δὲ πεμφθεὶς τῷ βασιλεῖ τῶν Αἰγυπτίων σύμμαχος ἐπολιορκεῖτο μετʼ αὐτοῦ, πολλαπλασιόνων ὄντων τῶν πολεμίων καὶ περιταφρευόντων τὸ στρατόπεδον, κελεύσαντος ἐπεξιέναι καὶ διαμάχεσθαι τοῦ βασιλέως, οὐκ ἔφη διακωλύσειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας παρατάξας] παρέταξε Hartman. τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις ἴσοις E. Kurtz (from Moralia, 215 a): ἴσοι. ἀγωνισάμενος ἐνίκησεν. ἀγωνισάμενος ἐνίκησεν Hatzidakis and F.C.B. (from Moralia, 215 a): ἀγωνισάμενοι ἐνίκησαν.
61.12 ἀποθνῄσκων δὲ τοὺς φίλους ἐκέλευσε μηδεμίαν πλαστὰν πλαστὰν the reading elsewhere (cf. note b): πλαθὰν. μηδὲ μιμηλὰν ποιήσασθαι, τὰς εἰκόνας οὕτω προσαγορεύων· εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἐστιν ἔστιν] ἔσται Hatzidakis from Moralia, 215 a, perhaps rightly.· εἰ δὲ μηδέν, οὐδʼ οἱ πάντες ἀνδριάντες.

Ἀρχιδάμου τοῦ Ἀγησιάλου

62.1 Ἀρχίδαμος ὁ Ἀγησιλάου καταπελτικὸν ἰδὼν βέλος τότε πρῶτον ἐκ Σικελίας κομισθὲν ἀνεβόησεν, ὦ Ἡράκλεις, ἀπόλωλεν ἀνδρὸς ἀρετά.

Ἄγιδος τοῦ Νεωτέρου

63.1 ὁ δὲ νεώτερος Ἆγις, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, καὶ μήν, ἔφη, μάλιστα οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται.
63.2 τῷ δὲ προδότῃ παραδοῦναι στρατιώτας τῶν ἐφόρων κελευόντων, οὐκ ἔφη πιστεύειν τοὺς ἀλλοτρίους τῷ προδόντι τοὺς ἰδίους.

Κλεομένους

64.1 Κλεομένης πρὸς τὸν ὑπισχνούμενον αὐτῷ δώσειν ἀλεκτρυόνας ἀποθνῄσκοντας ἐν τῷ μάχεσθαι, μὴ σύ γε, εἶπεν, ἀλλὰ δός μοι τοὺς κατακτείνοντας ἐν τῷ μάχεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme