Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
61.10 μετὰ δὲ τὴν ἐν Λεύκτροις μάχην, πάντας τοὺς τρέσαντας ἀτίμους εἶναι τοῦ νόμου κελεύοντος, ὁρῶντες οἱ ἔφοροι τὴν πόλιν ἀνδρῶν ἔρημον οὖσαν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι, καὶ νομοθέτην ἀπέδειξαν τὸν Ἀγησίλαον· ὁ δὲ προελθὼν εἰς τὸ μέσον ἐκέλευσε τοὺς νόμους ἀπὸ τῆς αὔριον κυρίους εἶναι.
61.11 ἐπεὶ δὲ πεμφθεὶς τῷ βασιλεῖ τῶν Αἰγυπτίων σύμμαχος ἐπολιορκεῖτο μετʼ αὐτοῦ, πολλαπλασιόνων ὄντων τῶν πολεμίων καὶ περιταφρευόντων τὸ στρατόπεδον, κελεύσαντος ἐπεξιέναι καὶ διαμάχεσθαι τοῦ βασιλέως, οὐκ ἔφη διακωλύσειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσους ἀγωνισάμενοι ἐνίκησεν.
61.12 ἀποθνῄσκων δὲ τοὺς φίλους ἐκέλευσε μηδεμίαν πλαθὰν μηδὲ μιμηλὰν ποιήσασθαι τὰς εἰκόνας οὕτω προσαγορεύων· εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖόν ἐστιν· εἰ δὲ μηδέν, οὐδʼ οἱ πάντες ἀνδριάντες.

Ἀρχιδάμου τοῦ Ἁγησιλάου

62.1 Ἀρχίδαμος ὁ Ἀγησιλάου καταπελτικὸν ἰδὼν βέλος τότε πρῶτον ἐκ Σικελίας κομισθὲν ἀνεβόησεν ὦ Ἡράκλεις, ἀπόλωλεν ἀνδρὸς ἀρετά.

Ἄδιδος τοῦ νεωτέρου

63.1 ὁ δὲ νεώτερος Ἆγις, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, καὶ μήν ἔφη μάλιστα οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται.
63.2 τῷ δὲ προδότῃ παραδοῦναι στρατιώτας τῶν ἐφόρων κελευόντων, οὐκ ἔφη πιστεύειν τοὺς ἀλλοτρίους τῷ προδόντι τοὺς ἰδίους.

Κλεομένους

64.1 Κλεομένης πρὸς τὸν ὑπισχνούμενον αὐτῷ δώσειν ἀλεκτρυόνας ἀποθνῄσκοντας ἐν τῷ μάχεσθαι μὴ σύ γε εἶπεν ἀλλὰ δός μοι τοὺς κατακτέννοντας ἐν τῷ μάχεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme