Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
4.1 Σεμίραμις δὲ ἑαυτῇ κατασκευάσασα τάφον ἐπέγραψεν , ὅστις ἂν χρημάτων δεηθῇ βασιλεύς, διελόντα τὸ μνημεῖον ὅσα βούλεται λαβεῖν. Δαρεῖος οὖν διελὼν χρήματα μὲν οὐχ εὗρε, γράμμασι δὲ ἑτέροις ἐνέτυχε τάδε φράζουσιν, εἰ μὴ κακὸς ἦσθʼ ἦσθʼ] ἦς Stobaeus, Flor. x. 53. ἀνὴρ καὶ χρημάτων ἄπληστος, οὐκ ἂν νεκρῶν θήκας ἐκίνεις.

Ξέρξου

5.1 Ξέρξῃ τῷ Δαρείου περὶ τῆς βασιλείας ἀμφισβητῶν ὁ ἀδελφὸς Ἀριαμένης κατέβαινεν ἐκ τῆς Βακτριανῆς· ἔπεμψεν οὖν αὐτῷ δῶρα, φράσαι κελεύσας τοὺς διδόντας, τούτοις σε τιμᾷ νῦν Ξέρξης ὁ ἀδελφός· ἐὰν δὲ βασιλεὺς ἀναγορευθῇ, πάντων ἔσῃ παρʼ αὐτῷ μέγιστος. ἀποδειχθέντος δὲ τοῦ Ξέρξου βασιλέως, ὁ μὲν Ἀριαμένης εὐθὺς προσεκύνησε καὶ τὸ διάδημα περιέθηκεν, ὁ δὲ Ξέρξης ἐκείνῳ τὴν δευτέραν μεθʼ ἑαυτὸν ἔδωκε τάξιν.
5.2 ὀργισθεὶς δὲ Βαβυλωνίοις ἀποστᾶσι καὶ κρατήσας προσέταξεν ὅπλα μὴ φέρειν, ἀλλὰ ψάλλειν καὶ αὐλεῖν καὶ πορνοβοσκεῖν καὶ καπηλεύειν καὶ φορεῖν κολπωτοὺς χιτῶνας.
5.3 Ἀττικὰς δὲ ἰσχάδας οὐκ ἂν ἔφη φαγεῖν ὠνίους κομισθείσας, ἀλλʼ ὅταν τὴν φέρουσαν κτήσηται χώραν.
5.4 Ἕλληνας δὲ κατασκόπους ἐν τῷ στρατοπέδῳ λαβὼν οὐδὲν ἠδίκησεν, ἀλλὰ τὴν στρατιὰν ἀδεῶς ἐπιδεῖν κελεύσας ἀφῆκεν.

Ἀρταξέρξου

6.1 Ἀρτοξέρξης ὁ Ξέρξου, ὁ μακρόχειρ προσαγορευθεὶς διὰ τὸ τὴν ἑτέραν χεῖρα μακροτέραν ἔχειν, ἔλεγεν ὅτι τὸ προσθεῖναι τοῦ ἀφελεῖν βασιλικώτερόν ἐστι.
6.2 πρῶτος δὲ πρωτοβολεῖν ἐκέλευσε τῶν συγκυνηγετούντων τοὺς δυναμένους καὶ βουλομένους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme