Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
42.3 πρὸς δὲ φίλον τινὰ ψευδοῦς μαρτυρίας δεόμενον, ᾗ προσῆν καὶ ὅρκος, ἔφησε μέχρι τοῦ βωμοῦ φίλος εἶναι.
42.4 μέλλων δὲ ἀποθνήσκειν αὐτὸς ἑαυτὸν ἐμακάριζεν ὅτι μηδεὶς Ἀθηναίων μέλαν ἱμάτιον διʼ αὐτὸν ἐνεδύσατο.

Ἀλκιβιάδου

43.1 Ἀλκιβιάδης ἔτι παῖς ὢν ἐλήφθη λαβὴν ἐν παλαίστρᾳ· καὶ μὴ δυνάμενος διαφυγεῖν ἔδακε τὴν χεῖρα τοῦ καταπαλαίοντος· εἰπόντος δὲ ἐκείνου, δάκνεις ὡς αἱ γυναῖκες, οὐ μὲν οὖν, εἶπεν, ἀλλʼ ὡς οἱ λέοντες.
43.2 ἔχων δὲ κύνα πάγκαλον ἐωνημένον ἐωνημένον] ἐωνημένος Hartman, possible but not imperative. ἑπτακισχιλίων δραχμῶν, ἀπέκοψεν αὐτοῦ τὴν οὐράν ὅπως, ἔφη, τοῦτο λέγωσιν Ἀθηναῖοι περὶ ἐμοῦ, καὶ μηδὲν ἄλλο πολυπραγμονῶσι.
43.3 προσελθὼν δὲ διδασκαλείῳ ῥαψῳδίαν Ἰλιάδος ᾔτει· τοῦ δὲ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου φήσαντος, ἐντρίψας αὐτῷ κόνδυλον παρῆλθεν.
43.4 ἐλθὼν δὲ ἐπὶ θύρας τοῦ Περικλέους καὶ πυθόμενος αὐτὸν μὴ σχολάζειν ἀλλὰ σκοπεῖν ὅπως ἀποδώσει λόγους Ἀθηναίοις, οὐ βέλτιον, ἔφη, σκοπεῖν ἦν, ὅπως οὐκ οὐκ Cobet: μὴ οὐκ. ἀποδώσει;
43.5 καλούμενος δὲ ἐπὶ κρίσιν θανατικὴν ὑπὸ τῶν Ἀθηναίων ἀπὸ Σικελίας ἔκρυψεν ἑαυτόν, εἰπὼν εὔηθες εὔηθες Aelian, Var. Hist. xiii. 38: εὐήθη. εἶναι τὸν δίκην ἔχοντα ζητεῖν ἀποφυγεῖν, ἐξὸν φυγεῖν.
43.6 εἰπόντος δέ τινος, οὐ πιστεύεις τῇ πατρίδι τὴν περὶ σεαυτοῦ κρίσιν; ἐγὼ μέν, ἔφη, οὐδὲ τῇ μητρί, μή πως ἀγνοήσασα τὴν μέλαιναν βάλῃ ψῆφον ἀντὶ τῆς λευκῆς.
43.7 ἀκούσας δὲ ὅτι θάνατος αὐτοῦ κατέγνωσται καὶ τῶν σὺν αὐτῷ, δείξωμεν οὖν αὐτοῖς, εἶπεν, ὅτι ζῶμεν · καὶ πρὸς Λακεδαιμονίους τρεψάμενος τὸν Δεκελεικὸν ἤγειρεν ἐπὶ τοὺς Ἀθηναίους πόλεμον.

Λαμάχου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme