Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
41.4 τάξας δὲ τοὺς φόρους τοῖς Ἕλλησι τοσούτῳ πτωχότερος ἐπανῆλθεν,. ὅσον εἰς τὴν ἀποδημίαν ἀνήλωσεν.
41.5 Αἰσχύλου Αἰσχύλου] Sept. adv. Th. 576 δὲ ποιήσαντος εἰς Ἀμφιάραον οὐ γὰρ δοκεῖν ἄριστος ἀλλʼ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα· καὶ λεγομένων τούτων, πάντες εἰς Ἀριστείδην ἀπέβλεψαν.

Περικλέους

42.1 Περικλῆς, ὁπότε μέλλοι στρατηγεῖν, ἀναλαμβάνων τὴν χλαμύδα πρὸς ἑαυτὸν ἔλεγε πρόσεχε, Περίκλεις, ἐλευθέρων μέλλεις ἄρχειν, καὶ Ἑλλήνων καὶ Ἀθηναίων.
42.2 ἐκέλευσε δὲ τοὺς Ἀθηναίους τὴν Αἴγιναν ὥσπερ λήμην ἀφαιρεῖν τοῦ Πειραιῶς.
42.3 πρὸς δὲ φίλον τινὰ μαρτυρίας ψευδοῦς δεόμενον, προσῆν καὶ ὅρκος, ἔφησε μέχρι τοῦ βωμοῦ φίλος εἶναι.
42.4 μέλλων δὲ ἀποθνήσκειν αὐτὸς ἑαυτὸν ἐμακάριζεν , ὅτι μηδεὶς Ἀθηναίων μέλαν ἱμάτιον διʼ αὐτὸν ἐνεδύσατο.

Ἀλκιβιάδου

43.1 Ἀλκιβιάδης ἔτι παῖς ὢν ἐλήφθη λαβὴν ἐν παλαίστρᾳ· καὶ μὴ δυνάμενος διαφυγεῖν ἔδακε τὴν χεῖρα τοῦ καταπαλαίοντος· εἰπόντος δὲ ἐκείνου δάκνεις ὡς αἱ γυναῖκες, οὐ μὲν οὖν εἶπεν ἀλλʼ ὡς οἱ λέοντες.
43.2 ἔχων δὲ κύνα πάγκαλον ἐωνημένον ἑπτακισχιλίων δραχμῶν, ἀπέκοψεν αὐτοῦ τὴν οὐρὰν ὅπως ἔφη τοῦτο λέγωσιν Ἀθηναῖοι περὶ ἐμοῦ καὶ μηδὲν ἄλλο πολυπραγμονῶσι.
43.3 προσελθὼν δὲ διδασκαλείῳ ῥαψῳδίαν Ἰλιάδος ᾔτει· τοῦ δὲ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου φήσαντος, ἐντρίψας αὐτῷ κόνδυλον παρῆλθεν.
43.4 ἐλθὼν δὲ ἐπὶ θύρας τοῦ Περικλέους καὶ πυθόμενος αὐτὸν μὴ σχολάζειν ἀλλὰ σκοπεῖν, ὅπως ἀποδώσει λόγους Ἀθηναίοις, οὐ βέλτιον ἔφη σκοπεῖν ἦν, ὅπως οὐκ οὐκ Cobetus: μὴ οὐκ ἀποδώσει;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme