Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
29.12 Ἀθηναίων δὲ δοῦλον αὐτοῦ τιμώμενον τιμώμενον] γενόμενον Cobet. εἰς τὴν πολιτείαν ὡς ἐλεύθερον ἐγγραψάντων, οὐκ ἄν,, εἶπεν, ἐβουλόμην ἕνα Ἀθηναῖον ὑπʼ ἐμοῦ μαστιγοῦσθαι. μαστιγοῦσθαι] μεμαστιγῶσθαι Pantazides and S. A. Naber, but μαστιγοῦσθαι can be defended as an imperfect infinitive.
29.13 νεανίσκου δέ τινος τῶν Ἀναξιμένους τοῦ ῥήτορος μαθητῶν λόγον ἐσκεμμένον ἐκ παρασκευῆς εἰπόντος ἐπʼ αὐτοῦ, βουλόμενός τι μαθεῖν ἠρώτησεν· ἀποσιωπήσαντος δὲ τοῦ νεανίσκου, τί λέγεις; εἶπεν, ἢ ταῦτʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα;
29.14 ἑτέρου δὲ ῥήτορος ἀκούων λέγοντος ὅτι χιονοβόλος ἡ ὥρα γενομένη λιποβοτανεῖν λιποβοτανεῖν Bernardakis: λειποβοτανεῖν. ἐποίησε τὴν χώραν, οὐ παύσῃ μοι, εἶπεν, ὡς ὄχλῳ χρώμενος;
29.15 Θρασύλλου δὲ τοῦ κυνικοῦ δραχμὴν αἰτήσαντος αὐτόν, ἀλλʼ οὐ βασιλικόν, ἔφη, τὸ δόμα· τοῦ δὲ εἰπόντος, οὐκοῦν τάλαντον δός μοι, ἀλλʼ οὐ κυνικόν, ἔφη, τὸ λῆμμα.
29.16 πέμπων δὲ Δημήτριον τὸν υἱὸν μετὰ νεῶν πολλῶν καὶ δυνάμεων ἐλευθερώσοντα τοὺς Ἕλληνας ἔλεγε τὴν δόξαν ὥσπερ ἀπὸ σκοπῆς τῆς Ἑλλάδος εἰς τὴν οἰκουμένην πυρσεύεσθαι.
29.17 Ἀνταγόρου δὲ τοῦ ποιητοῦ γόγγρον ἕψοντος καὶ αὐτοῦ τὴν λοπάδα σείοντος, ἐπιστὰς ἐξόπισθεν, οἴει, φησί, τὸν Ὅμηρον, ὦ Ἀνταγόρα, γόγγρον ἕψειν τὰς τοῦ Ἀγαμέμνονος γράφοντα πράξεις; καὶ ὁ Ἀνταγόρας, σὺ δέ, εἶπεν, ὦ βασιλεῦ, τὸν Ἀγαμέμνονα νομίζεις πράττοντα τὰς πράξεις ἐκείνας πολυπραγμονεῖν, εἴ τις ἐν τῷ στρατοπέδῳ γόγγρον ἕψει;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme