Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
27.24 ἐπεὶ δὲ Ταξίλης, εἷς τῶν Ἰνδῶν βασιλεὺς ὤν, ἀπαντήσας προεκαλεῖτο μὴ μάχεσθαι μηδὲ πολεμεῖν Ἀλέξανδρον, ἀλλʼ εἰ μέν ἐστιν ἥττων, εὖ πάσχειν, εἰ δὲ βελτίων, εὖ ποιεῖν, ἀπεκρίνατο περὶ αὐτοῦ τούτου μαχητέον εἶναι, πότερος εὖ ποιῶν περιγένηται.
27.25 περὶ δὲ τῆς λεγομένης Ἀόρνου πέτρας ἐν Ἰνδοῖς ἀκούσας ὅτι τὸ μὲν χωρίον δυσάλωτὸν ἐστιν, ὁ δὲ ἔχων αὐτὸ δειλός ἐστι νῦν, ἔφη, τὸ χωρίον εὐάλωτόν ἐστιν.
27.26 ἐπεὶ δὲ ἄλλος ἔχων πέτραν ἄληπτον δοκοῦσαν εἶναι ἐνεχείρισεν ἑαυτὸν μετὰ τῆς πέτρας τῷ Ἀλεξάνδρῳ, καὶ τῆς δυνάμεως ἐκέλευσεν ἄρχειν καὶ προσέθηκε χώραν, εἰπὼν ὅτι φρονεῖν μοι δοκεῖ ὁ ἄνθρωπος, ἀνδρὶ μᾶλλον ἀγαθῷ πιστεύσας ἑαυτὸν ἢ ὀχυρῷ τόπῳ.
27.27 μετὰ δὲ τὴν τῆς πέτρας ἅλωσιν τῶν φίλων λεγόντων ὑπερβεβληκέναι τὸν Ἡρακλέα ταῖς πράξεσιν, ἀλλʼ ἐγώ, εἶπε, τὰς ἐμὰς πράξεις μετὰ τῆς ἡγεμονίας ἑνὸς οὐ νομίζω ῥήματος ῥήματος] πράγματος (?); Heracles was not noted for his words! γράμματος E. Capps. ἀνταξίας εἶναι τοῦ Ἡρακλέους.
27.28 τῶν δὲ φίλων τινὰς αἰσθόμενος ἐν τῷ κυβεύειν οὐ παίζοντας οὐ παίζοντας] συμπαίζοντας Bernardakis. The question is, of course, whether they played professionally or would not play at all; (σπ)ου(δῃ), a not uncommon attendant of παίζω, would make the first alternative unequivocal, and οὐ συμπαίζοντας (E. Capps) would do the same for the second. ἐζημίωσε.
27.29 τῶν δὲ πρώτων φίλων καὶ κρατίστων τιμᾶν μὲν ἐδόκει Κρατερὸν μάλιστα πάντων, φιλεῖν δὲ Ἡφαιστίωνα. κρατερὸς μὲν γάρ, ἔφη, φιλοβασιλεύς ἐστιν, Ἡφαιστίων δὲ φιλαλέξανδρος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme