Thesauros Literature biography Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν Plutarch
27.21 ἀποστέλλοντος δὲ αὐτοῦ τῶν Μακεδόνων τοὺς νοσώδεις καὶ ἀναπήρους ἐπὶ θάλατταν, ἐνεδείχθη τις εἰς τοὺς νοσοῦντας ἀπογεγραμμένος ἑαυτὸν οὐ νοσῶν. ἐπεὶ οὖν εἰς ὄψιν ἀχθεὶς καὶ ἀνακρινόμενος ὡμολόγησε προφασίζεσθαι διʼ ἔρωτα Τελεσίππας ἀπιούσης ἐπὶ θάλατταν, ἠρώτησεν ὁ Ἀλέξανδρος, πρὸς τίνα δεῖ περὶ τῆς Τελεσίππας διαλέγεσθαι· πυθόμενος δὲ ἐλευθέραν οὖσαν, οὐκοῦν, ἔφη, ὦ Ἀντιγένη, πείθωμεν τὴν Τελεσίππαν, ἵνα μείνῃ μεθʼ ἡμῶν βιάζεσθαι γὰρ ἐλευθέραν οὖσαν οὐχ ἡμέτερον.
27.22 τῶν δὲ μισθοφορούντων Ἑλλήνων παρὰ τοῖς πολεμίοις ὑποχειρίων γενομένων, τοὺς μὲν Ἀθηναίους ἐκέλευσεν ἐν πέδαις φυλάττειν ὅτι τροφὴν ἔχοντες ἐκ δημοσίου μισθοφοροῦσι καὶ τοὺς Θετταλοὺς ὅτι γῆν γῆν Hatzidakis and Kronenberg: τὴν. ἀρίστην κεκτημένοι οὐ γεωργοῦσι· τοὺς δὲ Θηβαίους ἀφῆκεν εἰπὼν ὅτι μόνοις τούτοις οὔτε πόλις οὔτε χώρα διʼ ἡμᾶς ἀπολέλειπται.
27.23 τῶν δὲ Ἰνδῶν τὸν ἄριστα τοξεύειν δοκοῦντα καὶ λεγόμενον διὰ δακτυλίου τὸν ὀιστὸν ἀφιέναι λαβὼν αἰχμάλωτον ἐκέλευσεν ἐπιδείξασθαι, καὶ μὴ βουλόμενον ὀργισθεὶς ἀνελεῖν προσέταξε· ἐπεὶ δὲ ἀγόμενος ἀγόμενος] ἀπαγόμενος Maximus et Antonius, Sententiae, p. 569. ὁ ἄνθρωπος ἔλεγε πρὸς τοὺς ἄγοντας, ὅτι πολλῶν ἡμερῶν οὐ μεμελέτηκε καὶ ἐφοβήθη διαπεσεῖν, ἀκούσας ὁ Ἀλέξανδρος ἐθαύμασε καὶ ἀπέλυσε μετὰ δώρων αὐτόν, ὅτι μᾶλλον ἀποθανεῖν ὑπέμεινεν ἢ τῆς δόξης ἀνάξιος φανῆναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme