Thesauros Literature biography Γαμικὰ παραγγέλματα

Γαμικὰ παραγγέλματα

Γαμικὰ παραγγέλματα Plutarch
2 ἐν Βοιωτίᾳ τὴν νύμφην κατακαλύψαντες ἀσφαραγωνιᾷ ἀσφαραγίᾳ? στεφανοῦσιν ἐκείνη τε γὰρ ἥδιστον ἐκ τραχυτάτης ἀκάνθης καρπὸν ἀναδίδωσιν, ἥ τε νύμφη τῷ μὴ φυγόντι μηδὲ μηδὲ Sauppius: μήτε δυσχεράναντι τὴν πρώτην χαλεπότητα , καὶ ἀηδίαν αὐτῆς ἥμερον καὶ γλυκεῖαν παρέξει συμβίωσιν. οἱ δὲ τὰς πρώτας τῶν παρθένων διαφορὰς μὴ ὑπομείναντες οὐδὲν ἀπολείπουσι τῶν διὰ τὸν ὄμφακα τὴν σταφυλὴν ἑτέροις προϊεμένων. πολλαὶ δὲ καὶ τῶν νεογάμων δυσχεράνασαι διὰ τὰ πρῶτα τοὺς νυμφίους; ὅμοιον ἔπαθον πάθος τοῖς τὴν μὲν πληγὴν τῆς μελίττης ὑπομείνασι, τὸ δὲ κηρίον προεμένοις.
3 ἐν ἀρχῇ μάλιστα δεῖ τὰς διαφορὰς καὶ τὰς προσκρούσεις φυλάττεσθαι τοὺς γεγαμηκότας, ὁρῶντας ὅτι καὶ τὰ συναρμοσθέντα τῶν σκευῶν κατʼ ἀρχὰς μὲν ὑπὸ τῆς τυχούσης ῥᾳδίως διασπᾶται προφάσεως , χρόνῳ δὲ τῶν ἁρμῶν σύμπηξιν λαβόντων μόλις ὑπὸ πυρὸς καὶ σιδήρου διαλύεται.
4 ὥσπερ τὸ πῦρ ἐξάπτεται μὲν εὐχερῶς ἐν ἀχύροις καὶ θρυαλλίδι καὶ θριξὶ λαγῴαις, σβέννυται δὲ τάχιον ἂν μή τινος· ἑτέρου δυναμένου στέγειν ἅμα καὶ τρέφειν ἐπιλάβηται, οὓτω τὸν ἀπὸ σώματος καὶ ὥρας ὀξὺν ἔρωτα τῶν νεογάμων ἀναφλεγόμενον δεῖ μὴ διαρκῆ μηδὲ βέβαιον νομίζειν, ἂν μὴ περὶ τὸ ἦθος ἱδρυθεὶς καὶ τοῦ φρονοῦντος ἁψάμενος ἔμψυχον λάβῃ διάθεσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme