Thesauros Literature biography Περὶ παίδων ἀγωγῆς

Περὶ παίδων ἀγωγῆς

Περὶ παίδων ἀγωγῆς Plutarch
19 πειρατέον δὲ τοὺς τῶν ἡδονῶν ἥττους καὶ πρὸς τὰς ἐπιτιμήσεις δυσηκόους γάμῳ καταζεῦξαι, δεσμὸς γὰρ οὗτος τῆς νεότητος ἀσφαλέστατος. ἐγγυᾶσθαι δὲ δεῖ τοῖς υἱέσι γυναῖκας μήτʼ εὐγενεστέρας πολλῷ μήτε πλουσιωτέρας· τὸ γὰρ τὴν κατὰ σαυτὸν ἔλα σοφόν. ὡς οἵ γε μακρῷ κρείττους ἑαυτῶν λαμβάνοντες οὐ τῶν γυναικῶν ἄνδρες, τῶν δὲ προικῶν δοῦλοι λανθάνουσι γιγνόμενοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme