17.4
οὐδενὸς γὰρ οὕτω θεάματος ἐρασθεὶς ὁ Ῥωμαίων δῆμος ὡς τοῦ Τιγελλῖνον ἰδεῖν ἀπαγόμενον, οὐδὲ παυσάμενος ἐν πᾶσι θεάτροις καὶ σταδίοις αἰτούμενος ἐκεῖνον, ἐπεπλήχθη διαγράμματι τοῦ αὐτοκράτορος Τιγελλῖνον μὲν οὐ πολὺν ἔτι βιώσεσθαι φάσκοντος χρόνον ὑπὸ φθινάδος νόσου δαπανώμενον, ἐκείνους δὲ παραιτουμένου μὴ διαγριαίνειν μηδὲ τυραννικὴν ποιεῖν τὴν ἡγεμονίαν.
17.5
ἀχθομένου δὲ τοῦ δήμου καταγελῶντες ὁ μὲν Τιγελλῖνος ἔθυσε σωτήρια καὶ παρεσκεύασε λαμπρὰν ἑστίασιν, ὁ δὲ Οὐίνιος ἀναστὰς παρὰ τοῦ αὐτοκράτορος μετὰ δεῖπνον ἐκώμασεν ὡς ἐκεῖνον, ἄγων τὴν θυγατέρα χήραν οὖσαν. καὶ προὔπιεν ὁ Τιγελλῖνος αὐτῇ πέντε καὶ εἴκοσι μυριάδας ἀργυρίου, καὶ τῶν παλλακίδων τὴν ἀγελαρχοῦσαν ἐκέλευσε τὸν περιδέραιον κόσμον ἀφελομένην ἐκείνῃ περιάψαι, πεντεκαίδεκα μυριάδων εἶναι λεγόμενον.
18.1
ἐκ δὲ τούτου καί τὰ μετρίως πραττόμενα διαβολὴν εἶχεν, ὡς τὰ πρὸς τοὺς Γαλάτας Οὐΐνδικι συναραμένους. ἐδόκουν γὰρ οὐ φιλανθρωπίᾳ τοῦ αὐτοκράτορος, ἀλλὰ ὠνούμενοι παρὰ Οὐινίου τυγχάνειν ἀνέσεώς τε δασμῶν καί πολιτείας.
18.2
οἱ μὲν οὖν πολλοὶ διὰ ταῦτα πρὸς τὴν ἡγεμονίαν ἀπηχθάνοντο, τοὺς δὲ στρατιώτας τὴν δωρεὰν μὴ κομιζομένους ἐν ἀρχῇ μὲν ἐλπὶς παρῆγεν ὡς, εἰ καί μὴ τοσοῦτον, ἀλλʼ ὅσον Νέρων ἔδωκεν, ἀποδώσοντος. ἐπεὶ δὲ μεμφομένους ἀκούσας ἀφῆκε φωνὴν ἡγεμόνι μεγάλῳ πρέπουσαν, εἰπὼν εἰωθέναι καταλέγειν στρατιώτας, οὐκ ἀγοράζειν, πυθομένοις τοῦτο δεινὸν εἰσῆλθε μῖσος καί ἄγριον πρὸς αὐτόν, ἐδόκει γὰρ οὐκ αὐτὸς ἀποστερεῖν μόνος, ἀλλὰ νομοθετεῖν καί διδάσκειν τοὺς μεθʼ αὑτὸν αὐτοκράτορας.