8.5
ὅτι γὰρ οὐδεὶς ἂν ὑπέμεινε τῶν τεταγμένων περὶ βασιλέα τοὺς Ἕλληνας ἐμπεσόντας, ὠσθέντων δʼ ἐκείνων καὶ βασιλέως φυγόντος ἢ πεσόντος ὑπῆρχε Κύρῳ νικῶντι σῴζεσθαι καὶ βασιλεύειν, ἐκ τῶν πεπραγμένων δῆλόν ἐστι. διὸ Τὴν Κλεάρχου μᾶλλον εὐλάβειαν ἢ τὸ τὸν Κύρου θράσος αἰτιατέον ὡς τὰ πράγματα καὶ Κῦρον ἀπολέσασαν.
8.6
εἰ γὰρ αὐτὸς ἐσκόπει βασιλεύς ὅπου τάξας τοὺς Ἕλληνας ἀβλαβεστάτοις χρήσεται πολεμίοις, οὐκ ἂν ἑτέραν ἐξεῦρεν ἢ Τὴν ἀπωτάτω χώραν ἑαυτοῦ καὶ τῶν περὶ ἑαυτόν, ἀφʼ ἧς οὔτε νικηθεὶς αὐτὸς ᾔσθετο καὶ Κῦρος ἔφθη κατακοπεὶς ἢ χρησάμενός τι τῇ Κλεάρχου νίκῃ.
8.7
καίτοι Κῦρος τὸ συμφέρον οὐκ ἠγνόησεν, ἀλλʼ ἐκεῖ Κλέαρχον ἐκέλευε τάττεσθαι κατὰ μέσον, ὁ δʼ αὑτῷ μέλειν εἰπὼν ὅπως ἕξει κάλλιστα, τὸ πᾶν διέφθειρεν.
9.1
οἱ μὲν γὰρ Ἕλληνες ὅσον ἐβούλοντο τοὺς βαρβάρους ἐνίκων καὶ διώκοντες ἐπὶ πλεῖστον προῆλθον· Κύρῳ δὲ γενναῖον ἵππον, ἄστομον δὲ καὶ ὑβριστὴν ἐλαύνοντι, Πασακᾶν καλούμενον, ὡς Κτησίας φησίν, ἀντεξήλασεν ὁ Καδουσίων ἄρχων Ἀρταγέρσης μέγα βοῶν,
9.2
ὦ τὸ κάλλιστον ἐν Πέρσαις ὄνομα Κύρου καταισχύνων, ἀδικώτατε ἀνδρῶν καὶ ἀφρονέστατε, κακοὺς μὲν Ἕλληνας ἔρχῃ κακὴν ὁδὸν ἄγων ἐπὶ τὰ Περσῶν ἀγαθά, δεσπότην δὲ σεαυτοῦ καὶ ἀδελφὸν ἐλπίζων ἀναιρήσειν, ὃς σοῦ μυριάκις μυρίους δούλους ἔχει κρείσσονας. αὐτίκα δὲ πειράσῃ· πρότερον γὰρ ἀπολεῖς ἐνταῦθα τὴν σεαυτοῦ κεφαλὴν ἢ θεάσασθαι τὸ βασιλέως πρόσωπον.