4.4
οὐδὲν γὰρ ἦν οὕτως μικρόν τι τῶν διδομένων ὃ μὴ προσεδέξατο προθύμως, ἀλλὰ καὶ ῥόαν μίαν ὑπερφυῆ μεγέθει προσενέγκαντος Ὠμίσου τινὸς αὐτῷ, νὴ τὸν Μίθραν, εἶπεν, οὗτος ὁ ἀνὴρ καὶ πόλιν ἂν ἐκ μικρᾶς ταχὺ ποιήσειε μεγάλην πιστευθείς.
5.1
ἐπεὶ δὲ ἄλλων ἄλλα προσφερόντων καθʼ ὁδὸν αὐτουργὸς ἄνθρωπος οὐδὲν ἐπὶ καιροῦ φθάσας εὑρεῖν τῷ ποταμῷ προσέδραμε καὶ ταῖν χεροῖν ὑπολαβὼν τοῦ ὕδατος προσήνεγκεν, ἡσθεὶς ὁ Ἀρτοξέρξης φιάλην ἔπεμψεν αὐτῷ χρυσῆν καὶ χιλίους δαρεικούς. Εὐκλείδᾳ δὲ τῷ Λάκωνι, πολλὰ παρρησιαζομένῳ πρὸς αὐτὸν αὐθαδῶς, ἐκέλευσεν εἰπεῖν τὸν χιλίαρχον ὅτι σοὶ μὲν ἔξεστιν εἰπεῖν ἃ βούλει, ἐμοὶ δὲ καὶ λέγειν καὶ ποιεῖν.
5.2
ἐν δὲ θήρᾳ τινὶ Τηριβάζου δείξαντος αὐτῷ τόν κάνδυν ἐσχισμένον, ἠρώτησεν ὅ τι δεῖ ποιεῖν. ἐκείνου δὲ εἰπόντος, ἄλλον αὐτὸς ἔνδυσαι, τοῦτον δὲ ἐμοὶ δός, οὕτως ἐποίησεν, εἰπών, δίδωμι μὲν, ὦ Τηρίβαζε, σοὶ τοῦτον, φορεῖν δὲ ἀπαγορεύω. τοῦ δὲ Τηριβάζου μὴ φροντίσαντος ἦν γὰρ οὐ πονηρός, ὑπόκουφος δὲ καὶ παράφορος, ἀλλὰ τόν τε κάνδυν εὐθὺς ἐκεῖνον ἐνδύντος καὶ δέραια χρυσᾶ καὶ γυναικεῖα τῶν βασιλικῶν περιθεμένου, πάντες μὲν ἠγανάκτουν οὐ γὰρ ἐξῆν, ὁ μέντοι βασιλεὺς κατεγέλασε καὶ εἶπε· δίδωμί σοι καὶ τὰ χρυσία φορεῖν ὡς γυναικὶ καὶ τὴν στολὴν ὡς μαινομένῳ.