Thesauros Literature biography Ἀρταξέρξης

Ἀρταξέρξης

Ἀρταξέρξης Plutarch
30.4 πυθόμενος δὲ ὁ βασιλεὺς τὸν τρόπον τῆς τελευτῆς, ἐκεῖνον μὲν ἀπέκλαυσε, τὴν δʼ αἰτίαν ὑπώπτευεν. ἐλέγχειν δὲ καὶ ζητεῖν ἐξαδυνατῶν διὰ γῆρας ἔτι μᾶλλον ἠσπάζετο τὸν Ἀρσάμην, καὶ δῆλος ἦν μάλιστα πιστεύων ἐκείνῳ καὶ παρρησιαζόμενος. ὅθεν οἱ περὶ τὸν Ὦχον οὐκ ἀνεβάλοντο τὴν πρᾶξιν, ἀλλʼ Ἀρπάτην υἱὸν Τηριβάζου παρασκευάσαντες ἀπέκτειναν διʼ ἐκείνου τὸν ἄνθρωπον.
30.5 ἦν μὲν οὖν ἐπὶ ῥοπῆς μικρᾶς ὁ Ἀρτοξέρξης διὰ τὸ γῆρας ἤδη τότε· προσπεσόντος δὲ αὐτῷ τοῦ περὶ τὸν Ἀρσάμην πάθους οὐδὲ ὀλίγον ἀντέσχεν, ἀλλʼ εὐθὺς ὑπὸ λύπης καὶ δυσθυμίας ἀπεσβέσθη, βιώσας μὲν ἐνενήκοντα καὶ τέσσαρα ἔτη, βασιλεύσας δὲ δύο καὶ ἑξήκοντα, δόξας δὲ πρᾶος εἶναι καὶ φιλυπήκοος οὐχ ἥκιστα διὰ τὸν υἱὸν Ὦχον ὠμότητι καὶ μιαιφονίᾳ πάντας ὑπερβαλόμενον.
← Previous 36 / 36

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme