Thesauros Literature biography Ἀρταξέρξης

Ἀρταξέρξης

Ἀρταξέρξης Plutarch
29.7 τὸν δὲ ὑπʼ ὀργῆς ἀναστάντα καὶ σπασάμενον τὸν ἀκινάκην τύπτειν ἕως ἀπέκτεινεν εἶτα εἰς τὴν αὐλὴν προελθόντα τὸν Ἥλιον προσκυνῆσαι καὶ εἰπεῖν εὐφραίνεσθε ἀπιόντες, ὦ Πέρσαι, καὶ λέγετε τοῖς ἄλλοις ὅτι τοῖς ἄθεσμα καὶ παράνομα διανοηθεῖσιν ὁ μέγας Ὠρομάζης δίκην ἐπιτέθεικεν.
30.1 ἡ μὲν οὖν ἐπιβουλὴ τοιοῦτον ἔσχε τέλος, ὁ δὲ Ὦχος ἤδη μὲν ἦν ταῖς ἐλπίσι λαμπρός ὑπὸ τῆς Ἀτόσσης ἐπαιρόμενος, ἔτι δὲ ἐφοβεῖτο τῶν μὲν γνησίων τὸν ὑπόλοιπον Ἀριάσπην, τῶν δὲ νόθων Ἀρσάμην. ὁ μὲν γὰρ Ἀριάσπης οὐ διὰ τὸ πρεσβύτερος εἶναι τοῦ Ὤχου, πρᾶος δὲ καὶ ἁπλοῦς καὶ φιλάνθρωπος, ἠξιοῦτο βασιλεύειν ὑπὸ τῶν Περσῶν ὁ δὲ Ἀρσάμης καὶ νοῦν ἔχειν ἐδόκει καὶ μάλιστα τῷ πατρὶ προσφιλὴς ὢν οὐκ ἐλάνθανε τὸν Ὦχον.
30.2 ἐπιβουλεύων οὖν ἀμφοτέροις καὶ δολερὸς ὢν ὁμοῦ καὶ φονικός ἐχρήσατο τῇ μὲν ὠμότητι τῆς φύσεως πρὸς τὸν Ἀρσάμην, τῇ δὲ κακουργίᾳ καὶ δεινότητι πρὸς τὸν Ἀριάσπην. ὑπέπεμψε γὰρ πρὸς αὐτὸν εὐνούχους καὶ φίλους βασιλέως ἀπειλάς τινας ἀεὶ καὶ λόγους φοβεροὺς ἀπαγγέλλοντας, ὡς τοῦ πατρὸς ἐγνωκότος ἀποκτιννύειν αὐτὸν ὠμῶς καὶ ἐφυβρίστως.
30.3 οἱ δὲ ταῦτα καθʼ ἡμέραν ἐκφέρειν δοκοῦντες ὡς ἀπόρρητα, καὶ τὰ μὲν μέλλειν, τὰ δὲ ὅσον οὔπω πράσσειν βασιλέα λέγοντες, οὕτως ἐξέπληξαν τὸν ἄνθρωπον καὶ τοσαύτην ἐνέβαλον πτοίαν αὐτῷ καὶ ταραχὴν καὶ δυσθυμίαν εἰς τοὺς λογισμούς, ὥστε φάρμακον σκευάσαντα τῶν θανασίμων καὶ πιόντα τοῦ ζῆν ἀπαλλαγῆναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme