Thesauros Literature biography Ἀρταξέρξης

Ἀρταξέρξης

Ἀρταξέρξης Plutarch
22.1 διὸ καὶ τοὺς ἄλλους Σπαρτιάτας ἀεὶ βδελυττόμενος ὁ Ἀρτοξέρξης, καὶ νομίζων, ὥς φησι Δείνων, ἀνθρώπων ἁπάντων ἀναιδεστάτους εἶναι, τὸν Ἀνταλκίδαν ὑπερηγάπησεν εἰς Πέρσας ἀναβάντα. καί ποτε λαβὼν ἕνα τῶν ἀνθινῶν στεφάνων καὶ βάψας εἰς μύρον τὸ πολυτελέστατον, ἀπὸ δείπνου ἔπεμψε τῷ Ἀνταλκίδᾳ καὶ πάντες ἐθαύμασαν τὴν φιλοφροσύνην.
22.2 ἦν δέ, ὡς ἔοικεν, ἐπιτήδειος οὗτος ἐντρυφηθῆναι καὶ τοιοῦτον λαβεῖν στέφανον, ἐξορχησάμενος ἐν Πέρσαις τὸν Λεωνίδαν καὶ τὸν Καλλικρατίδαν. ὁ μὲν γὰρ Ἀγησίλαος, ὡς ἔοικε, πρὸς τὸν εἰπόντα, φεῦ τῆς Ἑλλάδος, ὅπου μηδίζουσιν ἡμῖν οἱ Λάκωνες, οὐ μᾶλλον, εἶπεν, οἱ Μῆδοι λακωνίζουσι ; τοῦ δὲ ῥήματος ἡ κομψότης τὴν τοῦ πράγματος αἰσχύνην οὐκ ἀφεῖλεν, ἀλλὰ τὴν μὲν ἡγεμονίαν ἀπώλεσαν ἐν Λεύκτροις ἀγωνισάμενοι κακῶς, ἡ δὲ δόξα τῆς Σπάρτης προαπώλετο ταῖς ὁμολογίαις ἐκείναις.
22.3 ἄχρι μὲν οὖν ἐπρώτευεν ἡ Σπάρτη, ξένον ἐποιεῖτο καὶ φίλον ὠνόμαζεν ἑαυτοῦ τὸν Ἀνταλκίδαν ἐπεὶ δὲ ἡττήθησαν ἐν Λεύκτροις, ταπεινὰ πράττοντες ἐδέοντο μὲν χρημάτων καὶ τὸν Ἀγησίλαον εἰς Αἴγυπτον ἐξέπεμψαν, ὁ δὲ Ἀνταλκίδας ἀνέβη πρὸς τὸν Ἀρτοξέρξην παρακαλῶν ἐπαρκέσαι τοῖς Λακεδαιμονίοις.
22.4 ὁ δʼ οὕτως ἐξημέλησε καὶ παρεῖδε καὶ ἀπέρριψεν αὐτόν, ὥστε καταβάντα καὶ χλευαζόμενον ὑπὸ τῶν ἐχθρῶν, φοβούμενον δὲ καὶ τοὺς ἐφόρους, ἀποκαρτερῆσαι. ἀνέβη δὲ πρὸς τὸν βασιλέα καὶ Ἰσμηνίας ὁ Θηβαῖος καὶ Πελοπίδας ἤδη τὴν ἐν Λεύκτροις μάχην νενικηκώς. ἀλλʼ οὗτος μὲν οὐδὲν αἰσχρὸν ἐποίησεν· Ἰσμηνίας δὲ προσκυνῆσαι κελευόμενος ἐξέβαλε πρὸ αὑτοῦ χαμᾶζε τὸν δακτύλιον, εἶτα κύψας ἀνείλετο καὶ παρέσχε δόξαν προσκυνοῦντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme