17.6
βασιλεὺς μὲν οὖν ἐφʼ οἷς ἐξηπατήθη μεταμελόμενος ἡσυχίαν ἦγεν, ἡ δὲ Στάτειρα καὶ πρὸς τἆλλα φανερῶς ἠναντιοῦτο καὶ τούτοις ἐδυσχέραινεν, ὡς ἄνδρας εὐνούχους καὶ πιστοὺς βασιλεῖ διὰ Κῦρον ὠμῶς καὶ παρανόμως ἀπολλυούσης αὐτῆς.
18.1
ἐπεὶ δὲ Κλέαρχον καὶ τοὺς ἄλλους στρατηγοὺς Τισαφέρνης ἐξηπάτησε καὶ παρεσπόνδησεν ὅρκων γενομένων καὶ συλλαβὼν ἀνέπεμψεν ἐν πέδαις δεδεμένους, δεηθῆναί φησιν αὐτοῦ τὸν Κλέαρχον ὁ Κτησίας ὅπως κτενὸς εὐπορήσειε. τυχόντα δὲ καὶ τημελήσαντα τὴν κεφαλήν ἡσθῆναί τε τῇ χρείᾳ καὶ τὸν δακτύλιον αὐτῷ δοῦναι, σύμβολον φιλίας πρὸς τοὺς ἐν Λακεδαίμονι συγγενεῖς καὶ οἰκείους· εἶναι δὲ γλυφὴν ἐν τῇ σφραγῖδι Καρυάτιδας ὀρχουμένας.
18.2
τὰ δὲ πεμπόμενα σιτία τῷ Κλεάρχῳ τοὺς συνδεδεμένους στρατιώτας ἀφαιρεῖσθαι καὶ καταναλίσκειν, ὀλίγα τῷ Κλεάρχῳ διδόντας ἀπʼ αὐτῶν, ἰάσασθαι δὲ καὶ τοῦτό φησιν ὁ Κτησίας, πλείονα τῷ Κλεάρχῳ πέμπεσθαι διαπραξάμενος, ἰδίᾳ, δὲ ἕτερα τοῖς στρατιώταις δίδοσθαι· καὶ ταῦτα μὲν ὑπουργῆσαι καὶ παρασχεῖν χάριτι καὶ γνώμῃ τῆς Παρυσάτιδος.
18.3
πεμπομένου δὲ καθʼ ἡμέραν τῷ Κλεάρχῳ κωλῆνος ἐπὶ τοῖς σιτίοις, παρακαλεῖν αὐτὸν καὶ διδάσκειν ὡς χρὴ μικρὸν εἰς τὸ κρέας ἐμβαλόντα μαχαίριον ἀποκρύψαντα πέμψαι καὶ μὴ περιιδεῖν ἐν τῇ βασιλέως ὠμότητι τὸ τέλος αὐτοῦ γενόμενον· αὐτὸς δὲ φοβούμενος μὴ ἐθελῆσαι, βασιλέα δὲ τῇ μὲν μητρὶ παραιτουμένῃ μὴ κτεῖναι τὸν Κλέαρχον ὁμολογῆσαι καὶ ὀμόσαι· πεισθέντα δὲ αὖθις ὑπὸ τῆς Στατείρας ἀποκτεῖναι πάντας πλὴν Μένωνος.