50.6
λῃσταὶ γὰρ ἐμφύονται πέτραις καὶ κρημνῶν περιέχονται, βασιλεῖ δὲ πίστεως καὶ χάριτος ἰσχυρότερον οὐδὲν οὐδὲ ὀχυρώτερον. ταῦτα σοι τὸ Κρητικὸν ἀνοίγει πέλαγος, ταῦτα τὴν Πελοπόννησον. ἀπὸ τούτων ὁρμώμενος σὺ τοσοῦτος ἡλικίαν τῶν μὲν ἡγεμών, τῶν δὲ κύριος ἤδη καθέστηκας ἔτι λέγοντος αὐτοῦ τὰ μὲν σπλάγχνα τῷ μάντει παρέδωκεν ὁ Φίλιππος, ἐκεῖνον δὲ πῆς χειρὸς ἐπισπασάμενος, δεῦρο τοίνυν, ἔφη, τὴν αὐτὴν ὁδὸν ἴωμεν ὥσπερ ἐκβεβιασμένος ὑπʼ αὐτοῦ καὶ τὴν πόλιν ἀφῃρημένος.
51.1
ὁ δὲ Ἄρατος ἀπορρέων ἤδη τῆς αὐλῆς καὶ κατὰ μικρὸν ἑαυτὸν ἀνακομιζόμενος ἐκ τῆς πρὸς τὸν Φίλιππον συνηθείας, διαβαίνοντος εἰς Ἤπειρὸν αὐτοῦ καὶ δεομένου συστρατεύειν, ἀπείπατο καὶ κατέμεινε, δεδιὼς ἀναπλησθῆναι δόξης πονηρᾶς ἀφʼ ὧν ἐκεῖνος ἔπραττεν.
51.2
ἐπεὶ δὲ τάς τε ναῦς ὑπὸ Ῥωμαίων ἀπολέσας αἴσχιστα καὶ ὅλως ἀποτυχὼν ταῖς πράξεσιν ἐπανῆλθεν εἰς Πελοπόννησον, καὶ τοὺς Μεσσηνίους αὖθις ἐπιχειρήσας φενακίζειν καὶ μὴ λαθὼν ἠδίκει φανερῶς καὶ τὴν χώραν αὐτῶν ἐπόρθει, παντάπασιν ὁ Ἄρατος ἀπεστράφη καὶ διεβλήθη πρὸς αὐτόν, ἤδη καὶ τῶν περὶ τὴν γυναικωνῖτιν ἀδικημάτων αἰσθόμενος καὶ φέρων ἀνιαρῶς αὐτός, ἀποκρυπτόμενος δὲ τὸν υἱόν·
51.3
εἰδέναι γὰρ ὑβρισμένον περιῆν, ἄλλο δὲ οὐδέν, ἀμύνασθαι μὴ δυναμένῳ. μεγίστην γὰρ ὁ Φίλιππος δοκεῖ καὶ παραλογωτάτην μεταβαλέσθαι μεταβολήν, ἐξ ἡμέρου βασιλέως καὶ μειρακίου σώφρονος ἀνὴρ ἀσελγὴς καὶ τύραννος ἐξώλης γενόμενος, τὸ δὲ οὐκ ἦν ἄρα μεταβολὴ φύσεως, ἀλλʼ ἐπίδειξις ἐν ἀδείᾳ κακίας πολὺν χρόνον διὰ φόβον ἀγνοηθείσης.