Thesauros Literature biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
45.5 καὶ ταῦτα μὲν ἔσχε τὸν τῆς ἀμύνης νόμον καὶ γὰρ εἰ δεινὸν ἄνδρας ὁμοφύλους καὶ συγγενεῖς οὕτω μεταχειρίσασθαι διʼ ὀργήν, ἀλλʼ ἐν ἀνάγκαις γλυκὺ γίνεται καὶ σκληρόν, καὶ σκληρόν with Bergk (Poet. Lyr. Gr. iii.4 p. 530): καὶ οὐ σκληρόν. κατὰ Σιμωνίδην, ὥσπερ ἀλγοῦντι τῷ θυμῷ καὶ φλεγμαίνοντι θεραπείαν καὶ ἀναπλήρωσιν προσφερόντων. τὰ δὲ μετὰ ταῦτα πραχθέντα περὶ τὴν πόλιν οὔτʼ εἰς καλὴν οὔτʼ εἰς ἀναγκαίαν ἔστι θέσθαι τῷ Ἀράτῳ πρόφασιν.
45.6 τῶν γὰρ Ἀχαιῶν τὴν πόλιν παρʼ Ἀντιγόνου δωρεὰν λαβόντων καὶ κατοικίζειν ἐγνωκότων αὐτὸς οἰκιστὴς αἱρεθεὶς καὶ στρατηγὸς ὢν ἐψηφίσατο μηκέτι καλεῖν Μαντίνειαν, ἀλλʼ Ἀντιγόνειαν, ὃ καὶ μέχρι νῦν καλεῖται, καὶ δοκεῖ διʼ ἐκεῖνον ἡ μὲν ἐρατεινὴ Μαντίνεια παντάπασιν ἐξαληλίφθαι, διαμένει δὲ ἡ πόλις ἐπώνυμος τῶν ἀπολεσάντων καὶ ἀνελόντων τοὺς πολίτας.
46.1 ἐκ τούτου Κλεομένης μὲν ἡττηθεὶς μάχῃ μεγάλῃ περὶ Σελλασίαν ἐξέλιπε τὴν Σπάρτην καὶ ἀπέπλευσεν εἰς Αἴγυπτον, Ἀντίγονος δὲ πάντα τὰ δίκαια καὶ φιλάνθρωπα τῷ Ἀράτῳ πεποιηκὼς ἀνέζευξεν εἰς Μακεδονίαν, κἀκεῖ νοσῶν ἤδη τὸν διάδοχον τῆς βασιλείας Φίλιππον, οὔπω πάνυ μειράκιον ὄντα, πέμπων εἰς Πελοπόννησον Ἀράτῳ μάλιστα προσέχειν ἐκέλευσε καὶ διʼ ἐκείνου ταῖς πόλεσιν ἐντυχεῖν καὶ γνωρισθῆναι τοῖς Ἀχαιοῖς.
46.2 καὶ μέντοι καὶ παραλαβὼν αὐτὸν ὁ Ἄρατος οὕτως διέθηκεν ὥστε πολλῆς μὲν εὐνοίας πρὸς αὐτόν, πολλῆς δὲ πρὸς τὰς Ἑλληνικὰς πράξεις φιλοτιμίας καὶ ὁρμῆς μεστὸν εἰς Μακεδονίαν ἀποστεῖλαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme