Thesauros Literature biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
41.2 καὶ γὰρ Αἰτωλοὶ δεομένου βοηθεῖν ἀπείπαντο, καὶ τὴν Ἀθηναίων πόλιν χάριτι τοῦ Ἀράτου πρόθυμον οὖσαν οἱ περὶ Εὐρυκλείδην καὶ Μικίωνα διεκώλυσαν. ὄντων δὲ τῷ Ἀράτῳ καὶ χρημάτων ἐν Κορίνθῳ καὶ οἰκίας, ὁ Κλεομένης ἥψατο μὲν οὐδενός οὐδὲ ἄλλον εἴασε, μεταπεμψάμενος δὲ τοὺς φίλους αὐτοῦ καὶ τοὺς διοικητάς ἐκέλευε πάντα διοικεῖν διοικεῖν suggested by Sintenis, with comparison of Cleomenes, xix. 3: ποιεῖν. καὶ φυλάσσειν ὡς Ἀράτῳ λόγον ὑφέξοντας·
41.3 ἰδίᾳ δὲ πρὸς αὐτὸν ἔπεμψε Τρίπυλον καὶ πάλιν Μεγιστόνουν τὸν πατρῳόν ὑπισχνούμενος ἄλλα τε πολλὰ καὶ δώδεκα τάλαντα σύνταξιν ἐνιαύσιον, ὑπερβαλλόμενος τῷ ἡμίσει Πτολεμαῖον ἐκεῖνος γὰρ ἓξ τάλαντα τῷ Ἀράτῳ κατʼ ἐνιαυτὸν ἀπέστελλεν. ἠξίου δὲ τῶν Ἀχαιῶν ἡγεμὼν ἀναγορευθῆναι καὶ κοινῇ μετʼ αὐτῶν φυλάσσειν τὸν Ἀκροκόρινθον.
41.4 τοῦ δὲ Ἀράτου φήσαντος ὡς οὐκ ἔχοι τὰ πράγματα, μᾶλλον δὲ ὑπʼ αὐτῶν ἔχοιτο, καὶ κατειρωνεύσασθαι δόξαντος, ἐμβαλὼν εὐθὺς τὴν Σικυωνίαν ἐπόρθει καὶ κατέφθειρε καὶ προσεκάθητο τῇ πόλει τρεῖς μῆνας, ἐγκαρτεροῦντος τοῦ Ἀράτου καὶ διαποροῦντος εἰ δέξεται τὸν Ἀντίγονον ἐπὶ τῷ παραδοῦναι τὸν Ἀκροκόρινθον· ἄλλως γὰρ οὐκ ἐβούλετο βοηθεῖν.
42.1 οἱ μὲν οὖν Ἀχαιοὶ συνεληλυθότες εἰς Αἴγιον ἐκεῖ τὸν Ἄρατον ἐκάλουν. ἦν δὲ κίνδυνος, τοῦ Κλεομένους πρὸς τῇ πόλει στρατοπεδεύοντος, διελθεῖν. καὶ κατεῖχον οἱ πολῖται, δεόμενοι καὶ προήσεσθαι τὸ σῶμα τῶν πολεμίων ἐγγὺς ὄντων οὐ φάσκοντες· ἐξήρτηντο δὲ αὐτοῦ καὶ γυναῖκες ἤδη καὶ παῖδες ὥσπερ πατρὸς κοινοῦ καὶ σωτῆρος περιεχόμενοι καὶ δακρύοντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme