Thesauros Literature biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
31.3 ἅμα γὰρ τῷ παρελθεῖν εἰς τὴν πόλιν οἱ μὲν στρατιῶται διασπαρέντες ἐν ταῖς οἰκίαις ἦσαν, ἐξωθοῦντες ἀλλήλους καὶ διαμαχόμενοι περὶ τῶν χρημάτων, ἡγεμόνες δὲ καὶ λοχαγοὶ τὰς γυναῖκας καὶ τὰς θυγατέρας τῶν Πελληνέων περιιόντες ἥρπαζον, καὶ τὰ κράνη τὰ αὑτῶν ἀφαιροῦντες ἐκείναις περιετίθεσαν τοῦ μηδένα λαβεῖν ἄλλον, ἀλλὰ τῷ κράνει δῆλον εἶναι τὸν δεσπότην ἑκάστης· οὕτω δὲ διακειμένοις αὐτοῖς καὶ ταῦτα πράττουσιν ἐξαίφνης ὁ Ἄρατος ἐπιπεσὼν προσηγγέλθη. καὶ γενομένης ἐκπλήξεως, οἵαν εἰκὸς ἐν ἀταξίᾳ τοιαύτῃ, πρὶν ἢ πάντας πυθέσθαι τὸν κίνδυνον οἱ πρῶτοι περὶ τὰς πύλας τοῖς Ἀχαιοῖς καὶ τὰ προάστεια συμπεσόντες ἔφευγον ἤδη νενικημένοι, καὶ κατεπίμπλασαν ἐλαυνόμενοι προτροπάδην ἀπορίας τοὺς συνισταμένους καὶ προσβοηθοῦντας.
32.1 ἐν τούτῳ δὲ τῷ ταράχῳ μία τῶν αἰχμαλώτων, Ἐπιγήθους ἀνδρὸς ἐνδόξου θυγάτηρ, αὐτὴ δὲ κάλλει καὶ μεγέθει σώματος εὐπρεπής, ἔτυχε μὲν ἐν τῷ ἱερῷ καθεζομένη τῆς Ἀρτέμιδος, οὗ κατέστησεν αὐτὴν ὁ ἐπιλεκτάρχης ἑλὼν ἑαυτῷ καὶ περιθεὶς τὴν τριλοφίαν, ἄφνω δὲ ἐκδραμοῦσα πρὸς τὸν θόρυβον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme