Thesauros Literature biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
25.4 οὐ μὴν ἀλλὰ χρόνου βραχέος διελθόντος ἀποθνῄσκει μὲν ὑπὸ δούλων Ἀριστόμαχος, ὑπολαμβάνει δὲ τὴν ἀρχὴν φθάσας Ἀρίστιππος, ἐξωλέστερος ἐκείνου τύραννος, ὅσοι δὴ τῶν Ἀχαιῶν ἐν ἡλικίᾳ παρόντες ἔτυχον, τούτους ἀναλαβὼν ὁ Ἄρατος ἐβοήθει πρὸς τὴν πόλιν ὀξέως, οἰόμενος εὑρήσειν τὰ τῶν Ἀργείων πρόθυμα.
25.5 τῶν δὲ πολλῶν ἤδη διὰ συνήθειαν ἐθελοδούλως ἐχόντων καὶ μηδενὸς ἀφισταμένου πρὸς αὐτόν, ἀνεχώρησεν ἔγκλημα κατεσκευακὼς τοῖς Ἀχαιοῖς ὡς ἐν εἰρήνῃ πόλεμον ἐξενηνοχόσι. καὶ δίκην ἔσχον ἐπὶ τούτῳ παρὰ Μαντινεῦσιν, ἣν Ἀράτου μ?ὴ παρόντος Ἀρίστιππος εἷλε διώκων καὶ μνῶν ἐτιμήθη τριάκοντα.
25.6 τὸν δὲ Ἄρατον αὐτὸν ἅμα καὶ μισῶν καὶ δεδοικώς ἐπεβούλευεν ἀνελεῖν συνεργοῦντος Ἀντιγόνου τοῦ βασιλέως· καὶ πανταχοῦ σχεδὸν ἦσαν οἱ τοῦτο πράττοντες αὐτοῖς καὶ καιρὸν ἐπιτηροῦντες.
25.7 ἀλλʼ οὐδὲν οἷον ἀληθινὴ καὶ βέβαιος εὔνοια φυλακτήριον ἀνδρὸς ἄρχοντος, ὅταν γὰρ ἐθισθῶσιν οἵ τε πολλοὶ καὶ οἱ δυνατοὶ μὴ τὸν ἡγούμενον, ἀλλʼ ὑπὲρ τοῦ ἡγουμένου δεδιέναι, πολλοῖς μὲν ὄμμασιν ὁρᾷ, διὰ πολλῶν δὲ ὤτων ἀκούει, καὶ προαισθάνεται τὰ γινόμενα διὸ καὶ βούλομαι τὸν λόγον ἐπιστήσας ἐνταῦθά που διεξελθεῖν περὶ τῆς Ἀριστίππου διαίτης, ἣν ἡ ζηλοτυπουμένη τυραννὶς αὐτῷ καὶ ὁ τῆς μακαρίας καὶ περιβοήτου μοναρχίας ὄγκος περιέθηκεν.
26.1 ἐκεῖνος γὰρ Ἀντίγονον μὲν ἔχων σύμμαχον, τρέφων δὲ πολλοὺς ἕνεκα τῆς τοῦ σώματος ἀσφαλείας, οὐδένα δὲ ἐν τῇ πόλει ζῶντα τῶν ἐχθρῶν ὑπολελοιπώς, τοὺς μὲν δορυφόρους καὶ φύλακας ἔξω παρεμβάλλειν ἐκέλευεν ἐν τῷ περιστύλῳ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme