Thesauros Literature biography Ἄρατος

Ἄρατος

Ἄρατος Plutarch
16.2 ἐνιαυτῷ δὲ ὕστερον αὖθις στρατηγῶν ἐνίστατο τὴν περὶ τὸν Ἀκροκόρινθον πρᾶξιν, οὐ Σικυωνίων οὐδʼ Ἀχαιῶν κηδόμενος, ἀλλὰ κοινήν τινα τῆς Ἑλλάδος ὅλης τυραννίδα, τὴν Μακεδόνων φρουράν, ἐκεῖθεν ἐξελάσαι διανοούμενος.
16.3 Χάρης μὲν γὰρ ὁ Ἀθηναῖος ἔν τινι μάχῃ πρὸς τοὺς βασιλέως στρατηγοὺς εὐτυχήσας ἔγραψε τῷ δήμῳ τῶν Ἀθηναίων ὡς νενικήκοι τῆς ἐν Μαραθῶνι μάχης ἀδελφήν ταύτην δὲ τὴν πρᾶξιν οὐκ ἂν ἁμάρτοι τις ἀδελφήν προσειπὼν τῆς Πελοπίδου τοῦ Θηβαίου καὶ Θρασυβούλου τοῦ Ἀθηναίου τυραννοκτονίας, πλὴν ὅτι τῷ μὴ πρὸς Ἕλληνας, ἀλλὰ ἐπακτὸν ἀρχὴν γεγονέναι καὶ ἀλλόφυλον αὕτη διήνεγκεν.
16.4 ὁ μὲν γὰρ Ἰσθμός ἐμφράσσων τὰς θαλάσσας, εἰς ταὐτὸ συνάγει τὼ τόπῳ τὼ τύπω Capps: τῷ τόπῳ. καὶ συνάπτει τὴν ἤπειρον ἡμῶν, ὁ δὲ Ἀκροκόρινθος, ὑψηλὸν ὄρος, ἐκ μέσης ἀναπεφυκὼς τῆς Ἑλλάδος, ὅταν λάβῃ φρουράν, ἐνίσταται καὶ ἀποκόπτει τὴν ἐντὸς Ἰσθμοῦ πᾶσαν ἐπιμιξιῶν τε καὶ παρόδων καὶ στρατειῶν ἐργασίας τε κατὰ γῆν καὶ κατὰ θάλατταν,
16.5 καὶ ἕνα κύριον ποιεῖ τὸν ἄρχοντα καὶ κατέχοντα φρουρᾷ τὸ χωρίον, ὥστε μὴ παίζοντα δοκεῖν τὸν νεώτερον Φίλιππον, ἀλλʼ ἀληθῶς, ἑκάστοτε πέδας τῆς Ἑλλάδος τὴν Κορινθίων πόλιν προσαγορεύειν.
17.1 πᾶσι μὲν οὖν περιμάχητος ἦν ὁ τόπος ἀεὶ καὶ βασιλεῦσι καὶ δυνάσταις, ἡ δὲ Ἀντιγόνου σπουδὴ περὶ αὐτὸν οὐδὲν ἀπέλιπε πάθει τῶν ἐμμανεστάτων ἐρώτων, ἀλλʼ ὅλος ἀνήρτητο ταῖς φροντίσιν ὅπως ἀφαιρήσεται δόλῳ τοὺς ἔχοντας, ἐπεὶ φανερῶς ἀνέλπιστος ἦν ἡ ἐπιχείρησις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme