Thesauros Literature biography Σύγκρισις Δίωνος καὶ Βρούτου

Σύγκρισις Δίωνος καὶ Βρούτου

Σύγκρισις Δίωνος καὶ Βρούτου Plutarch
5.2 ἕστηκε δὲ χαλκοῦς ἀνδριὰς ἐν Μεδιολάνῳ τῆς ἐντὸς Ἄλπεων Γαλατίας, τοῦτον ὕστερον ἰδὼν ὁ Καῖσαρ εἰκονικὸν ὄντα καὶ χαριέντως εἰργασμένον παρῆλθεν εἶτʼ ἐπιστὰς μετὰ μικρὸν ἀκροωμένων πολλῶν τοὺς ἄρχοντας ἐκάλει, φάσκων ἔκσπονδον αὐτῶν τὴν πόλιν εἰληφέναι πολέμιον ἔχουσαν παρʼ αὑτῇ.
5.3 τὸ μὲν οὖν πρῶτον, ὡς εἰκὸς, ἠρνοῦντο, καὶ τίνα λέγοι διαποροῦντες εἰς ἀλλήλους ἀπέβλεψαν. ὡς δʼ ἐπιστρέψας ὁ Καῖσαρ πρὸς τὸν ἀνδριάντα καὶ συναγαγὼν τὸ πρόσωπον, ἀλλʼ οὐχ οὗτος, ἔφη, πολέμιος ὢν ἡμέτερος ἐνταῦθα ἕστηκεν; ἔτι μᾶλλον καταπλαγέντες ἐσιώπησαν.
5.4 ὁ δὲ μειδιάσας ἐπῄνεσέ τε τοὺς Γαλάτας ὡς τοῖς φίλοις καὶ παρὰ τὰς τύχας βεβαίους ὄντας, καὶ τὸν ἀνδριάντα κατὰ χώραν μένειν ἐκέλευσε.
← Previous 5 / 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme