Thesauros Literature biography Βροῦτος

Βροῦτος

Βροῦτος Plutarch
25.2 ἐπιπλεύσας τε τῇ Δημητριάδι, πολλῶν ὅπλων ἐξαγομένων πρὸς Ἀντώνιον, ἃ Καίσαρος τοῦ προτέρου κελεύσαντος ἐπὶ τὸν Παρθικὸν ἐποιήθη πόλεμον, ἐκράτησεν.
25.3 Ὁρτησίου δὲ τοῦ στρατηγοῦ παραδόντος αὐτῷ Μακεδονίαν, καὶ τῶν ἐν κύκλῳ βασιλέων καὶ δυναστῶν συνισταμένων καὶ προστιθεμένων, ἀγγέλλεται Γάϊος, ὁ Ἀντωνίου ἀδελφὸς, ἐξ Ἰταλίας διαβεβηκὼς βαδίζειν εὐθὺς ἐπὶ τὰς δυνάμεις ἃς ἐν Ἐπιδάμνῳ καὶ Ἀπολλωνίᾳ Βατίνιος συνεῖχε.
25.4 βουλόμενος οὖν φθάσαι καὶ προλαβεῖν ὁ Βροῦτος ἐξαίφνης ἀναστήσας τοὺς σὺν αὐτῷ διὰ χωρίων χαλεπῶν νιφόμενος ἐπορεύετο· καὶ πολὺ προῆλθε τοὺς κομίζοντας τὸ ἄριστον, ἐγγὺς οὖν Ἐπιδάμνου γενόμενος διὰ κόπον καὶ ψῦχος ἐβουλιμίασε.
25.5 συμπίπτει δὲ μάλιστα τὸ πάθος χιόνος οὔσης πονοῦσι καὶ κτήνεσι καὶ ἀνθρώποις, εἴτε τοῦ θερμοῦ διὰ περίψυξιν καὶ πύκνωσιν, ὅταν ἐντὸς ἅπαν καθειρχθῇ, τὴν τροφὴν ἁθρόως ἀναλίσκοντος, εἴτε δριμεῖα καὶ λεπτὴ τῆς χιόνος διαλυομένης ἰοῦσα πνοὴ τέμνει τὸ σῶμα καὶ διαφθείρει τὸ θερμὸν ἐξ αὐτοῦ θύραζε διασπειρόμενον.
25.6 τὰς γὰρ ἐφιδρώσεις παρέχειν δοκεῖ τὸ θερμὸν ἀπαντῶντι τῷ ψυχρῷ περὶ τὴν ἐπιφάνειαν σβεννύμενον. ὑπὲρ ὧν ἐν ἑτέροις μᾶλλον ἠπόρηται.
26.1 Λιποθυμοῦντος δὲ τοῦ Βρούτου καὶ μηδενὸς ἔχοντος ἐν τῷ στρατοπέδῳ μηδὲν ἐδώδιμον, ἠναγκάσθησαν οἱ περὶ αὐτὸν ἐπὶ τοὺς πολεμίους καταφυγεῖν καὶ ταῖς πύλαις προσελθόντες ἄρτον ᾔτουν τοὺς φύλακας.
26.2 οἱ δὲδιακούσαντες τὸ σύμπτωμα τοῦ Βρούτου παρῆσαν αὐτοί καὶ σιτία καὶ ποτὰ κομίζοντες, ἀνθʼ ὧν ὁ Βροῦτος, ὡς τὴν πόλιν παρέλαβεν, οὐ μόνον τούτοις, ἀλλὰ καὶ πᾶσι διὰ τούτους φιλανθρώπως ἐχρήσατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme