1.7
Ποσειδώνιος δʼ ὁ φιλόσοφος τοὺς μέν ἐνηλίκους φησὶν ἀπολέσθαι τοῦ Βρούτου παῖδας ὡς ἱστόρηται, τρίτον δὲ λειφθῆναι νήπιον, ἀφʼ οὗ τὸγένος ὡρμῆσθαι·
1.8
καὶ τῶν γε καθʼ αὑτὸν ἐκ τῆς οἰκίας γεγονότων ἐπιφανῶν ἀνδρῶν ἀναφέρειν ἐνίους πρὸς τὸν ἀνδριάντα τοῦ Βρούτου τὴν ὁμοιότητα τῆς ἰδέας, περὶ μέν οὖν τούτων τοσαῦτα.
2.1
Σερβιλίας δὲ τῆς Βρούτου μητρὸς ἀδελφὸς ἦν Κάτων ὁ φιλόσοφος, ὃν μάλιστα Ῥωμαίων ἐζήλωσεν οὗτος θεῖον ὄντα καὶ πενθερὸν ὕστερον γενόμενον.
2.2
τῶν δὲ Ἑλληνικῶν φιλοσόφων οὐδενὸς μὲν, ὡς ἁπλῶς εἰπεῖν, ἀνήκοος ἦν οὐδὲ ἀλλότριος, διαφερόντως δʼ ἐσπουδάκει πρὸς τοὺς ἀπὸ Πλάτωνος.
2.3
καὶ τὴν νέαν καὶ μέσην λεγομένην Ἀκαδήμειαν οὐ πάνυ προσιέμενος ἐξήρτητο τῆς παλαιᾶς, καὶ διετέλει θαυμάζων μὲν Ἀντίοχον τὸν Ἀσκαλωνίτην, φίλον δὲ καὶ συμβιωτὴν τὸν ἀδελφὸν αὐτοῦ πεποιημένος Ἄριστον, ἄνδρα τῇ μὲν ἐν λόγοις ἕξει πολλῶν φιλοσόφων λειπόμενον, εὐταξίᾳ δὲ καὶ πρᾳότητι τοῖς πρώτοις ἐνάμιλλον.
2.4
ὁ δʼἜμπυλος οὗ καὶ αὐτὸς ἐν ταῖς ἐπιστολαῖς καὶ οἱ φίλοι μέμνηνται πολλάκις ὡς συμβιοῦντος αὐτῷ, ῥήτωρ ἦν καὶ καταλέλοιπε μικρὸν μὲν, οὐ φαῦλον δὲ σύγγραμμα περὶ τῆς Καίσαρος ἀναιρέσεως, ὃ Βροῦτος ἐπιγέγραπται.
2.5
Ῥωμαϊστὶ μὲν οὖν ἤσκητο πρὸς τὰς διεξόδους καὶ τοὺς ἀγῶνας ἱκανῶς ὁ Βροῦτος, Ἑλληνιστὶ δὲ τὴν ἀποφθεγματικὴν καὶ Λακωνικὴν ἐπιτηδεύων βραχυλογίαν ἐν ταῖς ἐπιστολαῖς ἐνιαχοῦ παράσημός ἐστιν.
2.6
οἷον ἤδη καθεστηκὼς εἰς τὸν πόλεμον γράφει Περγαμηνοῖς· ἀκούω ὑμᾶς Δολοβέλλᾳ δεδωκέναι χρήματα· ἃ εἰ μὲν ἑκόντες ἔδοτε, ὁμολογεῖτε ἀδικεῖν· εἰ δὲ ἄκοντες, ἀποδείξατε τῷ ἐμοὶ ἑκόντες δοῦναι.