Thesauros Literature biography Δίων

Δίων

Δίων Plutarch
52.4 ἀλλʼ ἐκείνῳ μὲν Πλάτων ἔγραφεν ὡς πρὸς ἕνα νῦν τῆς οἰκουμένης τοῦτον ἅπαντες ἀποβλέπουσιν, αὐτὸς δὲ ἐκεῖνος, ὡς ἔοικεν, ἀφεώρα πρὸς ἓν χωρίον μιᾶς πόλεως, τὴν Ἀκαδήμειαν, καὶ τοὺς αὐτόθι καὶ θεατὰς καὶ δικαστὰς ἐγίνωσκεν οὔτε πρᾶξιν οὔτε τόλμαν οὔτε νίκην τινὰ θαυμάζοντας, ἀλλὰ μόνον εἰ κοσμίως καὶ σωφρόνως τῇ τύχῃ χρῆται καὶ παρέχει μέτριον ἑαυτὸν ἐν πράγμασι μεγάλοις ἀποσκοποῦντας.
52.5 τοῦ μέντοι περὶ τὰς ὁμιλίας ὄγκου καὶ τοῦ πρὸς τὸν δῆμον ἀτενοῦς ἐφιλονείκει μηδὲν ὑφελεῖν μηδὲ χαλάσαι, καίτοι τῶν πραγμάτων αὐτῷ χάριτος ἐνδεῶν ὄντων, καὶ Πλάτωνος ἐπιτιμῶντος, ὡς εἰρήκαμεν, καὶ γράφοντος ὅτι ἡ αὐθάδεια ἐρημίᾳ σύνοικός ἐστιν.
52.6 ἀλλὰ φύσει τε φαίνεται πρὸς τὸ πιθανὸν δυσκεράστῳ κεχρημένος, ἀντισπᾶν τε τοὺς Συρακουσίους ἄγαν ἀνειμένους καὶ διατεθρυμμένους προθυμούμενος.
53.1 ὁ γὰρ Ἡρακλείδης αὖθις ἐπέκειτο· καὶ πρῶτον μὲν εἰς συνέδριον παρακαλούμενος οὐκ ἐβούλετο βαδίζειν ἰδιώτης γὰρ ὢν μετὰ τῶν ἄλλων ἐκκλησιάζειν πολιτῶν.
53.2 ἔπειτα κατηγόρει τοῦ Δίωνος ὅτι τὴν ἄκραν οὐ κατέσκαψε καὶ τῷ δήμῳ τὸν Διονυσίου τάφον ὡρμημένῳ λῦσαι καὶ τὸν νεκρὸν ἐκβαλεῖν οὐκ ἐπέτρεψε, μεταπέμπεται δὲ ἐκ Κορίνθου συμβούλους καὶ συνάρχοντας, ἀπαξιῶν τοὺς πολίτας.
53.3 τῷ δʼ ὄντι μετεπέμπετο τοὺς Κορινθίους ὁ Δίων, ἣν ἐπενόει πολιτείαν ῥᾷον ἐλπίζων καταστήσειν ἐκείνων παραγενομένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme