Thesauros Literature biography Δίων

Δίων

Δίων Plutarch
3.3 Διονύσιος δὲ τὴν ἀρχὴν ἀναλαβὼν καὶ κρατυνάμενος αὖθις ἄγεται δύο γυναῖκας ἅμα, τὴν μὲν ἐκ Λοκρῶν ὄνομα Δωρίδα, τὴν δὲ ἐπιχώριον Ἀριστομάχην, θυγατέρα Ἱππαρίνου, πρωτεύσαντος ἀνδρὸς Συρακουσίων καὶ Διονυσίῳ συνάρξαντος ὅτε πρῶτον αὐτοκράτωρ ἐπὶ τὸν πόλεμον ᾑρέθη στρατηγός.
3.4 λέγεται δʼ ἡμέρᾳ μὲν ἀμφοτέρας ἀγαγέσθαι μιᾷ καὶ μηδενὶ γενέσθαι φανερὸς ἀνθρώπων ὁποτέρᾳ προτέρᾳ συνέλθοι, τὸν δὲ ἄλλον χρόνον ἴσον νέμων ἑαυτὸν διατελεῖν ἑκατέρᾳ, κοινῇ μὲν εἰθισμένων δειπνεῖν μετʼ αὐτοῦ, παρὰ νύκτα δὲ ἐν μέρει συναναπαυομένων.
3.5 καίτοι τῶν Συρακουσίων ἐβούλετο τὸ πλῆθος τὴν ἐγγενῆ πλέον ἔχειν τῆς ξένης· ἀλλὰ ἐκείνῃ προτέρᾳ ὑπῆρχε τεκούσῃ τὸν πρεσβεύοντα τῆς Διονυσίου γενεᾶς υἱὸν αὐτῇ βοηθεῖν πρὸς τὸ γένος.
3.6 ἡ δὲ Ἀριστομάχη πολὺν χρόνον ἄπαις συνῴκει τῷ Διονυσίῳ καίπερ σπουδάζοντι περὶ τὴν ἐκ ταύτης τέκνωσιν, ὅς γε καὶ τὴν μητέρα τῆς Λοκρίδος αἰτιασάμενος καταφαρμακεύειν τὴν Ἀριστομάχην ἀπέκτεινε.
4.1 ταύτης ἀδελφὸς ὢν ὁ Δίων ἐν ἀρχῇ μὲν εἶχε τιμὴν ἀπὸ τῆς ἀδελφῆς, ὕστερον δὲ τοῦ φρονεῖν διδοὺς πεῖραν, ἤδη καθʼ ἑαυτὸν ἠγαπᾶτο παρὰ τῷ τυράννῳ.
4.2 καὶ πρὸς ἅπασι τοῖς ἄλλοις εἴρητο τοῖς ταμίαις ὅ τι ἂν αἰτῇ Δίων διδόναι, δόντας δὲ πρὸς αὐτὸν αὐθημερὸν φράζειν.
4.3 ὢν δὲ καὶ πρότερον ὑψηλὸς τῷ ἤθει καὶ μεγαλόφρων καὶ ἀνδρώδης, ἔτι μᾶλλον ἐπέδωκε πρὸς ταῦτα θείᾳ τινὶ τύχῃ Πλάτωνος εἰς Σικελίαν παραβαλόντος,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme