Thesauros Literature biography Δίων

Δίων

Δίων Plutarch
17.9 λέγεται δέ ποτε τὸν Δίωνα τοῦ Μεγαρέως Πτοιοδώρου δεόμενον ἐπὶ τὴν οἰκίαν ἐλθεῖν ἦν δέ, ὡς ἔοικε, τῶν πλουσίων τις καὶ δυνατῶν ὁ Πτοιόδωρος·
17.10 ὄχλον οὖν ἐπὶ θύραις ἰδὼν ὁ Δίων καὶ πλῆθος ἀσχολιῶν καὶ δυσέντευκτον αὐτὸν καὶ δυσπρόσοδον, ἀπιδὼν πρὸς τοὺς φίλους δυσχεραίνοντας καὶ ἀγανακτοῦντας, τί τοῦτον ἔφη, μεμφόμεθα; καὶ γὰρ αὐτοὶ πάντως ἐν Συρακούσαις ὅμοια τούτοις ἐποιοῦμεν.
18.1 χρόνου δὲ προϊόντος ὁ Διονύσιος ζηλοτυπῶν καὶ δεδοικὼς τοῦ Δίωνος τὴν παρὰ τοῖς Ἕλλησιν εὔνοιαν, ἐπαύσατο τὰς προσόδους ἀποστέλλων καὶ τὴν οὐσίαν παρέδωκεν ἰδίοις ἐπιτρόποις.
18.2 βουλόμενος δὲ καὶ τὴν εἰς τοὺς φιλοσόφους διὰ Πλάτωνα κακοδοξίαν ἀναμάχεσθαι, πολλοὺς συνῆγε τῶν πεπαιδεῦσθαι δοκούντων.
18.3 φιλοτιμούμενος δὲ τῷ διαλέγεσθαι περιεῖναι πάντων, ἠναγκάζετο τοῖς Πλάτωνος παρακούσμασι κακῶς χρῆσθαι.
18.4 καὶ πάλιν ἐκεῖνον ἐπόθει, καὶ κατεγίνωσκεν αὐτός αὑτοῦ μὴ χρησάμενος παρόντι μηδὲ διακούσας ὅσα καλῶς εἶχεν.
18.5 οἷα δὲ τύραννος ἔμπληκτος ἀεὶ ταῖς ἐπιθυμίαις καὶ πρὸς πᾶσαν ὀξύρροπος σπουδήν, εὐθὺς ὥρμησεν ἐπὶ τὸν Πλάτωνα, καὶ πᾶσαν μηχανὴν αἴρων, συνέπεισε τοὺς περὶ Ἀρχύταν Πυθαγορικοὺς τῶν ὁμολογουμένων ἀναδόχους γενομένους καλεῖν Πλάτωνα· διʼ ἐκείνου γὰρ αὐτοῖς ἐγεγόνει φιλία καὶ ξενία τὸ πρῶτον.
18.6 οἱ δʼ ἔπεμψαν Ἀρχέδημον παρʼ αὐτόν· ἔπεμψε δὲ καὶ Διονύσιος τριήρη καὶ φίλους δεησομένους τοῦ Πλάτωνος·
18.7 αὐτός τε σαφῶς καὶ διαρρήδην ἔγραψεν ὡς οὐδὲν ἂν γένοιτο τῶν μετρίων Δίωνι μὴ πεισθέντος Πλάτωνος ἐλθεῖν εἰς Σικελίαν, πεισθέντος δὲ πάντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme