Thesauros Literature biography Σύγκρισις Δημητρίου καὶ Ἀντωνίου

Σύγκρισις Δημητρίου καὶ Ἀντωνίου

Σύγκρισις Δημητρίου καὶ Ἀντωνίου Plutarch
2.1 ἡ μέντοι προαίρεσις, ἀφʼ ἧς ἐκτήσαντο τὴν ἀρχήν, ἄμεμπτος ἐπὶ ἐπὶ Bekker reads ἡ, with a single MS. τοῦ Δημητρίου, κρατεῖν καὶ βασιλεύειν ἀνθ ρώπων εἰθισμένων κρατεῖσθαι καὶ βασιλεύεσθαι ζητοῦντος, ἡ δʼ Ἀντωνίου χαλεπὴ καὶ τυραννική, καταδουλουμένου τὸν Ῥωμαίων δῆμον ἄρτι διαφυγόντα τὴν ὑπὸ Καίσαρι μοναρχίαν.
2.2 ὃ δʼ οὖν μέγιστον αὐτῷ καὶ λαμπρότατόν ἐστι τῶν εἰργασμένων, ὁ πρὸς Κάσσιον καὶ Βροῦτον πόλεμος, ἐπὶ τῷ τὴν πατρίδα καὶ τοὺς πολίτας ἀφελέσθαι τὴν ἐλευθερίαν ἐπολεμήθη. Δημήτριος δέ, καὶ καὶ deleted by Bekker, after Schaefer. πρὶν εἰς τύχας ἐλθεῖν ἀναγκαίας, ἐλευθερῶν τὴν Ἑλλάδα καὶ τῶν πόλεων ἐξελαύνων τὰς φρουρὰς διετέλεσεν, οὐχ ὥσπερ Ἀντώνιος, ὅτι τοὺς ἐλευθερώσαντας τὴν Ῥώμην ἀπέκτεινεν ἐν Μακεδονίᾳ, σεμνυνόμενος.
2.3 ἓν τοίνυν ἐστὶ τῶν ἐπαινουμένων Ἀντωνίου, τὸ φιλόδωρον καὶ μεγαλόδωρον, ἐν ᾧ τοσοῦτον ὑπεραίρει Δημήτριος ὥστε χαρίσασθαι τοῖς πολεμίοις ὅσα τοῖς φίλοις οὐκ ἔδωκεν Ἀντώνιος. καίτοι ταφῆναί γε καὶ περισταλῆναι κελεύσας Βροῦτον ἐκεῖνος εὐδοκίμησεν· οὗτος δὲ καὶ τοὺς ἀποθανόντας τῶν πολεμίων πάντας ἐκήδευσε καὶ τοὺς ἁλόντας Πτολεμαίῳ μετὰ χρημάτων καὶ δωρεῶν ἀπέπεμψεν.
3.1 ὑβρισταὶ μὲν εὐτυχοῦντες ἀμφότεροι, καὶ πρὸς τρυφὰς ἀνειμένοι καὶ ἀπολαύσεις. οὐκ ἂν εἴποι δέ τις ὡς Δημήτριον ἐν εὐπαθείαις καὶ συνουσίαις ὄντα πράξεων καιρὸς ἐξέφυγεν, ἀλλὰ τῇ περιουσίᾳ τῆς σχολῆς ἐπεισῆγε τὰς ἡδονάς, καὶ τὴν Λάμιαν ὥσπερ τὴν μυθικὴν ἀτεχνῶς παίζων καὶ νυστάζων ἐποιεῖτο διαγωγήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme