Thesauros Literature biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
87.4 ὧν Κλαύδιος μὲν ὕστερον ἦρξε, τῶν δὲ Γερμανικοῦ παίδων Γάϊος μὲν ἄρξας ἐπιφανῶς οὐ πολὺν χρόνον ἀνῃρέθη μετὰ τέκνου καὶ γυναικός, Ἀγριππίνα δὲ υἱὸν ἐξ Ἀηνοβάρβου Λεύκιον Δομίτιον ἔχουσα Κλαυδίῳ Καίσαρι συνῴκησε. καὶ θέμενος τὸν υἱὸν αὐτῆς Κλαύδιος Νέρωνα Γερμανικὸν προσωνόμασεν. οὗτος ἄρξας ἐφʼ ἡμῶν ἀπέκτεινε τὴν μητέρα καὶ μικρὸν ἐδέησεν ὑπὸ ἐμπληξίας καὶ παραφροσύνης ἀνατρέψαι τὴν Ῥωμαίων ἡγεμονίαν, πέμπτος ἀπὸ Ἀντωνίου κατʼ ἀριθμὸν διαδοχῆς γενόμενος.
← Previous 97 / 97

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme