Thesauros Literature biography Ἀντώνιος

Ἀντώνιος

Ἀντώνιος Plutarch
74.2 ἐνταῦθα τῶν βασιλικῶν συνεφόρει τὰ πλείστης ἄξια σπουδῆς, χρυσόν, ἄργυρον, σμάραγδον, μαργαρίτην, ἔβενον, ἐλέφαντα, κινάμωμον· ἐπὶ πᾶσι δὲ δᾷδα πολλὴν καὶ στυππεῖον, ὥστε δείσαντα περὶ τῶν χρημάτων Καίσαρα, μὴ τραπομένη πρὸς ἀπόγνωσιν ἡ γυνὴ διαφθείρῃ καὶ καταφλέξῃ τὸν πλοῦτον, ἀεί τινας ἐλπίδας αὐτῇ φιλανθ ρώπους προσπέμπειν ἅμα τῷ στρατῷ πορευόμενον ἐπὶ τὴν πόλιν.
74.3 ἱδρυθέντος δὲ αὐτοῦ περὶ τὸν ἱππόδρομον, Ἀντώνιος ἐπεξελθὼν ἠγωνίσατο λαμπρῶς καὶ τροπὴν τῶν Καίσαρος ἱππέων ἐποίησε, καὶ κατεδίωξεν ἄχρι τοῦ στρατοπέδου. μεγαλυνόμενος δὲ τῇ νίκῃ παρῆλθεν εἰς τὰ βασίλεια, καὶ τὴν Κλεοπάτραν κατεφίλησεν ἐν τοῖς ὅπλοις, καὶ τὸν ἠγωνισμένον προθυμότατα τῶν στρατιωτῶν συνέστησεν. ἡ δὲ ἀριστεῖον αὐτῷ θώρακα χρυσοῦν καὶ κράνος ἔδωκεν. ἐκεῖνος μὲν οὖν ὁ ἄνθρωπος λαβὼν ταῦτα διὰ νυκτὸς ηὐτομόλησε πρὸς Καίσαρα.
75.1 πάλιν δὲ Ἀντώνιος ἔπεμπε Καίσαρα μονομαχῆσαι προκαλούμενος. ἀποκριναμένου δὲ ἐκείνου πολλὰς ὁδοὺς Ἀντωνίῳ παρεῖναι θανάτων, συμφρονήσας ὅτι τοῦ διὰ μάχης οὐκ ἔστιν αὐτῷ βελτίων θάνατος, ἔγνω καὶ κατὰ γῆν ἅμα καὶ θάλατταν ἐπιχειρεῖν. καὶ παρὰ δεῖπνον, ὡς λέγεται, τοὺς οἰκέτας ἐκέλευσεν ὑποχεῖν καὶ προθυμότερον εὐωχεῖν αὐτόν·
75.2 ἄδηλον γάρ, εἰ τοῦτο ποιήσουσιν αὔριον ἢ δεσπόταις ἑτέροις ὑπηρετήσουσιν, αὐτὸς δὲ κείσεται σκελετὸς καὶ τὸ μηδὲν γενόμενος. τοὺς δὲ φίλους ἐπὶ τούτοις δακρύοντας ὁρῶν ἔφη μὴ προάξειν ἐπὶ τὴν μάχην, ἐξ ἧς αὑτῷ θάνατον εὐκλεᾶ μᾶλλον ἢ σωτηρίαν ζητεῖν καὶ νίκην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme